Ancient Greek · ~2 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 9-8
Not analysed yet
Διέποντος μὲν γὰρ ἐν τοῖς ῾Ιεροσολύμοις τὴν βασιλίδα τιμὴν τοῦ ῾Ροβοὰμ, ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων τὰς πέραν τοῦ Ἰορδάνου φυλάς· καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος ᾿Ιωσίου, κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν’ γῆν· ἕκατον γὰρ ἐξητησε χρυσίου τάλαντα.