Ancient Greek
Page 714
Cyrillus Theol., Quod unus sit Christus 714
Not analysed yet
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΟΤΙ ΕΙΣ Ο ΧΡΙΣΤΟΣ Α— Μαθημάτων μὲν τῶν ἱερῶν κόρος ἂν γένοιτο παντελῶς οὐδεὶς τοῖς γε ἀληθῶς ἀρτίφροσι καὶ γνῶσιν εἰς νοῦν τὴν ζωοποιὸν συναγηγερκόσι. Γέγραπται γάρ· «Ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Τροφὴ γὰρ νοῦ ὁ λόγος ὁ παρὰ Θεοῦ καὶ ἄρτος πνευματικὸς στηρίζων ἀνθρώπου καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον. Β— Εὖ λέγεις. Α— Ἑλλήνων μὲν οὖν οἱ σοφοὶ καὶ λογάδες τεθαυμάκασι τὸ καλλιεπές, καὶ τῶν ὅτι μάλιστα κατεσπουδασμένων παρ' αὐτοῖς ἐστι τὸ εὐηγορεῖν, καὶ ψιλαῖς ῥημάτων ἐπαυχοῦσι κομψείαις, καὶ τὸ τῆς λέξεως ἐναβρύνονται κόμπῳ. Καὶ ὕλη μὲν ποιηταῖς τὸ ψεῦδος, ῥυθμοῖς καὶ μέτροις εἰς τὸ ἐπίχαρί τε καὶ ἐμμελὲς ἐκτετορευμένον, ὀλίγη δὲ παντελῶς τῆς ἀληθείας φροντίς, ἠρρωστήκασι δὲ καὶ σπάνιν ὀρθῆς καὶ ὀνησιφόρου δόξης, τῆς ἐπί γε, φημί, τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ, μᾶλλον δὲ καθά φησιν ὁ ἱερώτατος Παῦλος· «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.» Β— Ἀληθές. Ἔφη γοῦν περὶ αὐτῶν διὰ φωνῆς Ἠσαίου Θεός· «