Ancient Greek
Page 715
Cyrillus Theol., Quod unus sit Christus 715
Not analysed yet
Γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται.» Α— Ἀλλ' ὧδε μὲν τὰ ἐκείνων. Οἵ γε μὴν τῶν ἀνοσίων αἱρέσεων εὑρεταὶ γεγονότες, οἱ βέβηλοί τε καὶ ἀποστάται, καὶ τῆς θείας δόξης τὸ ἀκρατὲς ἑαυτῶν κατευρύνοντες στόμα καὶ λαλοῦντες τὰ διεστραμμένα, καταφωραθεῖεν ἂν οὐκ ἐν μείοσι γραφαῖς τῆς Ἑλλήνων ἀβελτηρίας ἐξ ἀπονοίας ὠλισθηκότες ἢ τάχα που καὶ ἐν τοῖς ἐπέκεινα. «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Διεμερίσαντο γὰρ τῆς κατὰ Χριστοῦ δυσφημίας τὰ ἐγκλήματα, καὶ οἷά τινες λύκοι δριμεῖς καὶ πικροί, διαλυμαίνονται τοῖς ποιμνίοις ὑπὲρ ὧν Χριστὸς ἀπέθανε, καὶ διαρπάζουσι τὰ αὐτοῦ, «πληθύνοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν,» καθὰ γέγραπται, «καὶ βαρύνοντες τὸν κλοιὸν αὐτῶν στιβαρῶς,» περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως· «Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν.» Β— Οὐγαροῦν. Α— Ἀλλ' εἰς καιρὸν ἡμῖν ὁ περί γε τῶν τοιούτων κρίνεται λόγος. Κατακομίζουσι μὲν γὰρ ἀσυνέτως τινὲς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον τῆς ὑπερτάτης ὑπεροχῆς, καὶ ὑποβιβάζουσι τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα καὶ Θεόν, οὐχ ὁμοούσιον εἶναι λέγοντες αὐτόν, οὔτε μὴν φυσικῇ καὶ ἀπαραλλάκτῳ ταυτότητι στεφανοῦν ἐθέλοντες. Ἕτεροι δὲ τοῖς ὠνομασμένοις τὴν αὐτὴν ὥσπερ ἐρχόμενοι τρίβον, καὶ εἰς παγίδα θανάτου καὶ «εἰς πέταυρον ᾅδου» κατολισθαίνοντες, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς παρευθύνουσι τὸ μυστήριον, καὶ ἀδελφὴν ὥσπερ τοῖς πρώτοις ἐπιτηδεύουσι τὴν ἀπόνοιαν. Οἱ μὲν γὰρ οὔπω σεσαρκωμένον τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὑψωμάτων μονονουχὶ κατασύροντες, τό γε ἧκον ἐπ' αὐτοῖς, ἁλοῖεν ἄν. Οἱ δὲ καὶ σεσαρκωμένῳ πολεμεῖν ἐγνώκασι, μονονουχὶ καὶ ἐπιτιμῶντες, οἱ θρασεῖς, τῇ φιλανθρώπῳ χάριτι, οὐκ ὀρθὰ βεβουλεῦσθαι τάχα που διατεινόμενοι, διὰ τὸ ἀνασχέσθαι σαρκὸς καὶ τῶν τῆς κενώσεως μέτρων, ἤγουν ὅτι γέγονεν ἄνθρωπος «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνεστράφη,» καίτοι Θεὸς ὢν φύσει καὶ σύνεδρος τῷ Πατρί. Β— Ἔφης μὲν ὀρθῶς. Α— Κατακεκράξεται δ' οὖν τῆς ἐν ἀμφοῖν ἀμαθίας ἡ θεόπνευστος Γραφὴ πρεσβεύουσα τἀληθές, καὶ τὸν μὲν