Ancient Greek · ~9 min
Page 717
Cyrillus Theol., Quod unus sit Christus 717
Not analysed yet
Αἰγυπτίων χώρας καὶ τῆς αὐτόθι πλεονεξίας ἀπαλλάττων τὸν Ἰσραὴλ «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,» καθὰ γέγραπται; Οὐχὶ δὲ καὶ μετὰ ταῦτα Ἰησοῦ λέγοντα σαφῶς εὑρήσομεν· «Καὶ ὡς ἤμην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ;» Β— Ἀληθές. Α— Ἀνθότου δὴ οὖν οὐδεὶς μὲν ἐκείνων Ἐμμανουὴλ ὠνόμασται, ἥρμοσε δὲ μόνῳ τοὔνομα τῷ κατὰ σάρκα ἐκ γυναικὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς παραδόξως γεγεννημένῳ; Β— Οἰησόμεθα δὴ οὖν τίνα τρόπον γεγεννῆσθαι Θεὸν ἐκ γυναικός; ἆρ' ὡς τῆς ὑπάρξεως τῆς ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς μετεσχηκότος τοῦ Λόγου; Α— Ἄπαγε τῆς οὕτω ψυχρᾶς εἰκαιοβουλίας. Παραπαίοντος γὰρ οἱ λόγοι, καὶ νοῦ κατηρρωστηκότος τὸ ἐφ' ἃ μὴ προσῆκεν ἐκτετραμμένον, τὸ σαρκὸς οἴεσθαι γενέσθαι καρπὸν τὴν ἄρρητον ὕπαρξιν τοῦ Μονογενοῦς. Ἀλλ' ἦν, ὡς Θεός, συναΐδιος τῷ γεννήσαντι Πατρί, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἀπορρήτως γεγεννημένος. Ἐθέλουσί γε μὲν εἰδέναι σαφῶς ὅπως τε καὶ τίνα τρόπον ἐν εἴδει πέφηνε τῷ καθ' ἡμᾶς καὶ γέγονεν ἄνθρωπος σαφηνιεῖ λέγων ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Β— Ἀλλ' εἰ γέγονε, φασί, σὰρξ ὁ Λόγος, οὐκ ἔτι μεμένηκε Λόγος, ἀποπεφοίτηκε δὲ μᾶλλον τοῦ εἶναι ὃ ἦν. Α— Καὶ μὴν τοῦτό γέ ἐστι τερθρεία καὶ λῆρος καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶναι τὸ «ἐγένετο.» Β— Ναί, φασί, καὶ δὴ τὸν οἰκεῖον ἐμπεδοῦσι λόγον, ἐξ αὐτῆς ἑλόντες τῆς θεοπνεύστου Γραφῆς. Εἴρηται γάρ που, φησίν, ἐπὶ μὲν τῆς τοῦ Λὼτ γυναικὸς ὅτι «ἐγένετο στήλη ἁλός.» Καὶ μὴν καὶ ἐπὶ τῆς Μωϋσέως ῥάβδου ὅτι «ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις.» Φυσικὴ γὰρ ἐν τούτοις γέγονεν ἡ τροπή. Α— Οὐκοῦν, ὅταν ψάλλωσί τινες· «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν,» καὶ πάλιν· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ,» τί δὲ φαῖεν ἄν; Ἆρα τὸ εἶναι Θεὸς ἀφεὶς ὁ ὑμνούμενος, μετακεχώρηκεν ἐκ μεταβολῆς εἰς τὸ εἶναι καταφυγή, καὶ μετέστη φυσικῶς πρὸς ἕτερόν τι παρ' ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς; Β— Καὶ πῶς οὐκ ἀπεοικὸς καὶ ἀνάρμοστον τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ χρῆμά ἐστιν;