Ancient Greek · ~9 min
Page 716
Cyrillus Theol., Quod unus sit Christus 716
Not analysed yet
παρ' ἐκείνοις λόγον ἀδρανῆ καὶ ἀσύφηλον ἀποφαίνουσα, ἐφιστᾶσα δὲ ταῖς τῆς θεότητος τρίβοις τοὺς ἰσχνῷ τε καὶ ἀκριβεῖ διανοίας ὄμματι καταθρεῖν εἰωθότας τὸ ἐπ' αὐτῷ μυστήριον. Τίνες δ' ἂν εἶεν οἱ τὴν οὕτω σεπτὴν καὶ ἀπόρρητον τοῦ Σωτῆρος οἰκονομίαν ἀνοσίως κεκιβδηλευκότες—ἔοικας γὰρ οὐ μετρίως ἐπ' αὐτῷ δὴ τούτῳ δυσφορεῖν—, ἐθέλοιμ' ἂν διαπυθέσθαι σου. Β— Διατεκμαίρῃ καλῶς. «Ζηλῶν γὰρ ἐζήλωσα τῷ Κυρίῳ,» καὶ πρός γε τουτὶ κατατεθηγμένος ἀλύω καὶ σφόδρα. Τὸ δὲ ὅποι ποτὲ καταστρέψουσιν οἱ παρ' ἐκείνων λόγοι, δέδια καθορῶν. Τὴν γάρ τοι παραδοθεῖσαν ἡμῖν νοθεύουσι πίστιν, δράκοντος ἀρτιφανοῦς εὑρήμασι κεχρημένοι, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ἰοῦ δίκην ἐγχέοντες ψυχρά τινα καὶ διεστραμμένα καὶ ἀβελτηρίας ἔμπλεω. Α— Εἶτα τίς ὁ ἀρτιφανής ἐστι δράκων, ὁποῖα δὲ ἄττα τὰ παρ' αὐτοῦ πεφλυαρημένα κατὰ τῶν τῆς ἀληθείας δογμάτων, ἐρομένῳ φράσον. Β— Ἀρτιφανὴς μὲν δράκων, ὁ σκολιὸς οὑτοσὶ καὶ ἰῷ μεθύουσαν ἔχων τὴν γλῶτταν, ὁ τῇ παραδόσει τῶν τῆς οἰκουμένης μυσταγωγῶν, μᾶλλον δὲ καὶ πάσῃ τῇ θεοπνεύστῳ Γραφῇ μονονουχὶ χαίρειν εἰπών, καινοτομήσας δὲ τὸ αὐτῷ δοκοῦν, καὶ θεοτόκον μὲν οὐκ εἶναι λέγων τὴν ἁγίαν Παρθένον, Χριστοτόκον δὲ μᾶλλον καὶ ἀνθρωποτόκον, ἕτερα δὲ πρὸς τούτοις ἀπηχῆ καὶ ἀπόπληκτα, τοῖς ὀρθοῖς καὶ εἰλικρινέσι τῆς καθολικῆς Ἐκκλησίας ἐπεισφορήσας δόγμασιν. Α— Νεστόριον, οἶμαι, φής. Συνίημι γὰρ ἤδη πως, ἀλλὰ τί τὸ χρῆμα, ὦ τᾶν, τῶν ἐκείνου λόγων, οὐκ ἔχω νοεῖν. Θεοτόκον δὲ πῶς οὐκ εἶναί φησι τὴν ἁγίαν Παρθένον; Β— Οὐ γάρ τοι, φησί, Θεὸν ἐκτέτοκεν. Ἦν γὰρ ὁ Λόγος καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος καὶ χρόνου, συναΐδιος ὢν τῷ Θεῷ καὶ Πατρί. Α— Καταρνήσονται δὴ οὖν καὶ τοῦτο ἀναφανδόν, ὡς ἔστι Θεὸς ὁ Ἐμμανουήλ, εἰκῇ δὲ ὡς ἔοικε διερμηνεύει τοὔνομα λέγων ὁ εὐαγγελιστής· «Ὅ ἐστι μεθερμηνευόμενον· Μεθ' ἡμῶν ὁ Θεός.» Οὕτω γὰρ χρῆναι κατονομάζεσθαι διεβεβαιοῦτο σαφῶς διὰ τῆς τοῦ προφήτου φωνῆς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐκ τῆς ἁγίας Παρθένου κατὰ σάρκα γεγεννημένον, ὡς ἐνανθρωπήσαντα Θεόν. Β— Καίτοι δοκεῖ μὲν ἐκείνοις οὐχ ὧδε ταῦτ' ἔχειν, μεθ' ἡμῶν δὲ φαῖεν γενέσθαι Θεόν, ἤτοι τὸν ἐκ Θεοῦ Λόγον, κατά γε τοὺς τῆς ἐπικουρίας τρόπους. Σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν διὰ τοῦ γεννηθέντος ἐκ γυναικός. Α— Οὐ γὰρ ἦν, εἰπέ μοι, καὶ μετὰ Μωϋσέως τῆς