Ancient Greek · ~8 min
Page 719
Cyrillus Theol., Quod unus sit Christus 719
Not analysed yet
ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἐν ὁμοιώματι μὲν ἀνθρώπου, καθὸ μετὰ τούτου καὶ Θεὸς ἦν, σχήματι δὲ ὡς ἄνθρωπος. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ ἐν δούλου μορφῇ Δεσπότης. Σάρκα γὰρ οὕτω φαμὲν γενέσθαι. Ταύτῃτοι καὶ θεοτόκον εἶναι διαβεβαιούμεθα τὴν ἁγίαν Παρθένον. Β— Βούλει τοῖς σοῖς ἀντιπαρεξάγοντες λόγοις τὰ παρ' ἐκείνων ἰσχνοτέραν ἀποτελῶμεν τῶν ἐννοιῶν τὴν βάσανον, ἢ παραχωρῶμεν ἁπλῶς λέγοντί σοι τὸ εὖ ἔχειν ὑπειλημμένον; Α— Ἀνεπίπληκτον μέν, ὥς γε οἶμαι, πᾶν ὅπερ ἂν λέγοιτο πρὸς ἡμῶν σοφῶς τε καὶ ἐπιστημόνως καὶ οὐκ ἀπᾳδόντως ἔχον ταῖς θεοπνεύστοις Γραφαῖς. Φράζε δὲ καὶ αὐτὸς τὸ δοκοῦν. Ἐκτέκοι γὰρ ἄν τι τῶν ὀνησιφόρων ἡ ἀντίστασις. Β— Ὁ θεσπέσιος γράφει, φασί, Παῦλος περὶ τοῦ Υἱοῦ, ἅτε δὴ γεγονότος κατάρας τε καὶ ἁμαρτίας. Ἔφη γὰρ ὅτι «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. «Γενέσθαι δέ φασιν αὐτὸν οὐκ αὐτόχρημα κατάραν καὶ ἁμαρτίαν, ἀλλ' ἕτερόν τι παρὰ τοῦτο δηλοῦν τὸ Γράμμα τὸ ἱερόν. Οὕτω πρὸς ἡμῶν νοεῖσθαί φασι τὸ «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Α— Καὶ μὴν ὡς ἔν γε τῷ φάναι κατάραν γενέσθαι καὶ ἁμαρτίαν, οὕτω γενέσθαι σάρκα αὐτὸν συνεισκρίνεται, καὶ προανίσχουσαν ἔχει τῶν μεθ' ἑαυτὸν τὴν ἔννοιαν. Β— Πῶς ἔφης; Ὁπηνίκα γὰρ φαίη τις ἂν αὐτοῖς· «Ὁ μὴ εἰδὼς ἁμαρτίαν ἁμαρτία γέγονεν ὑπὲρ ἡμῶν, ἐξεπρίατο δὲ καὶ ἐκ τῆς κατάρας τοῦ νόμου τοὺς ὑπὸ νόμον, γενόμενος ὑπὲρ αὐτῶν κατάρα.» Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις ὡς ἐν καιροῖς δηλονότι καθ' οὓς ἐσαρκώθη τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής; Α— Συνεισφέρεται τοίνυν τοῖς τῆς σαρκώσεως λόγοις, καὶ τὰ δι' αὐτὴν οἰκονομικῶς ἐπενηνεγμένα τῷ τὴν ἑκούσιον παθόντι κένωσιν, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ τὸ κοπιᾶν. Ὥσπερ γὰρ οὐκ ἂν κεκοπίακεν αὐτὸς ᾧ ἡ πᾶσα δύναμις, οὐδ' ἂν εἴρητο πεινῆσαι, τροφὴ καὶ ζωὴ τῶν ὅλων ὑπάρχων αὐτός, μὴ οὐχὶ προοικειωσάμενος σῶμα τὸ πεινῆν τε καὶ κοπιᾶν πεφυκός, οὕτως οὐκ ἂν ἐν ἀνόμοις κατελογίσθη πώποτε—γενέσθαι γὰρ οὕτω φαμὲν ἁμαρτίαν αὐτόν—οὐκ ἂν γέγονε κατάρα, σταυρὸν ὑπομείνας τὸν δι'