Ancient Greek · ~8 min
Page 720
Cyrillus Theol., Quod unus sit Christus 720
Not analysed yet
ἡμᾶς, εἰ μὴ γέγονε σάρξ, τουτέστιν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τὴν καθ' ἡμᾶς <δι' ἡμᾶς> ὑπομείνας γέννησιν ἀνθρωποπρεπῶς, τὴν διά γέ φημι τῆς ἁγίας Παρθένου. Β— Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς. Α— Ἀσύνετον δὲ καὶ ἑτέρως τὸ οἴεσθαί τε καὶ λέγειν οὕτω γενέσθαι σάρκα τὸν Λόγον καθάπερ ἀμέλει κατάρα καὶ ἁμαρτία γέγονεν. Β— Τίνα φὴς τρόπον; Α— Οὐ γὰρ ἵνα λύσῃ τὴν ἀρὰν ἐπάρατος ἦν, καὶ ἵνα παύσῃ τὴν ἁμαρτίαν ἁμαρτίαν ἐποίησεν αὐτὸν ὁ Πατήρ; Β— Ὧδε καὶ αὐτοί φασιν. Α— Οὐκοῦν εἴπερ ἐστὶν ἀληθές, κατά γε τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον, ὅτι γέγονεν οὕτω σὰρξ ὁ Λόγος καθὰ καὶ κατάρα καὶ ἁμαρτία, ἐπ' ἀναιρέσει σαρκὸς <σὰρξ γέγονε>. Εἶτα πῶς ἄφθαρτόν τε καὶ ἀνώλεθρον αὐτὴν ἀποφαίνει, ὡς ἔν γε πρώτῃ κατορθώσας τοῦτο τῇ ἰδίᾳ σαρκί; Οὐ γάρ τοι θνητὴν ἀπομεῖναι καὶ ὑπὸ φθορὰν ἀφῆκεν αὐτήν, παραπέμποντος εἰς ἡμᾶς τοῦ Ἀδὰμ τὴν ἐπὶ τῇ παραβάσει δίκην, ὡς σάρκα δὲ μᾶλλον ἀφθάρτου Θεοῦ, τουτέστιν ἰδίαν ἢ γοῦν ἑαυτοῦ, καὶ θανάτου καὶ φθορᾶς ἐπέκεινα θείς. Β— Εὖ ἔφης. Α— Ἔφη δέ που τὸ Γράμμα τὸ ἱερὸν τὸν μὲν πρῶτον ἄνθρωπον, τουτέστιν Ἀδάμ, εἰς ψυχὴν γενέσθαι ζῶσαν, τὸν δὲ ὕστερον, φημὶ Χριστόν, «εἰς πνεῦμα ζωοποιόν.» Ἆρ' οὖν ὥσπερ ἐπ' ἀναιρέσει κατάρας καὶ ἁμαρτίας γέγονε κατάρα καὶ ἁμαρτία, οὕτως ἐπ' ἀνατροπῇ τοῦ εἶναι εἰς ψυχὴν ζῶσαν γενέσθαι φαμὲν αὐτὸν εἰς πνεῦμα ζωοποιόν; Τὴν γάρ τοι τοῦ γενέσθαι δύναμιν εἰς τὸ ἀπηχὲς περιτρέποντες, οὕτω γενέσθαι σάρκα φασὶν αὐτὸν καθὰ καὶ ἀράν τε καὶ ἁμαρτίαν. Ἀναιρετέον οὖν ἄρα τοῦ Λόγου τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν. Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, οἴχεται μὲν ἅπας ἡμῖν ὁ τοῦ μυστηρίου λόγος, οὔτε δὲ ἐγεννήθη Χριστός, οὔτε ἀπέθανεν, οὔτε ἐγήγερται κατὰ τὰς Γραφάς. Ποῦ τοιγαροῦν ἡ πίστις, ἤτοι «τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν;» Πῶς γὰρ ἤγειρεν αὐτὸν ὁ Θεὸς ἐκ νεκρῶν εἰ μὴ καὶ ἀπέθανε; Πῶς δ' ἂν καὶ ἀπέθανεν εἰ μὴ γεγέννηται κατὰ σάρκα; Ποῦ δὲ καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις, ἐλπίδα τοῖς ἁγίοις εἰσφέρουσα τῆς ἀτελευτήτου ζωῆς, εἰ μὴ ἐγήγερται Χριστός; Ποῦ δὲ καὶ ἡ τῶν ἀνθρωπίνων σωμάτων ζωοποίησις, ἡ κατὰ μέθεξιν τελουμένη τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ αἵματος;