Ancient Greek · ~9 min
Page 733
Cyrillus Theol., Quod unus sit Christus 733
Not analysed yet
κολλήσεως ὄνομα μείζονά που πάντως καὶ ἀξιολογωτέραν τὴν ἔμφασιν ἔχει, εἴπερ ἐστὶν ἀληθὲς εἰπεῖν ὡς τό τισι κολλώμενον ἐν ἐπιτάσει πολλῇ τὴν συνάφειαν ἔχει. Β— Ἔοικεν. Α— Ἀνθότου δὲ δὴ παρέντες τὴν ἕνωσιν, καίτοι φωνὴν οὖσαν εὐτριβῆ παρ' ἡμῖν αὐτοῖς, μᾶλλον δὲ καὶ ἐκ τῶν ἀγίων Πατέρων καταβαίνουσαν εἰς ἡμᾶς, συνάφειαν ὀνομάζουσι; Καίτοι συγχεῖ μὲν ἡ ἕνωσις οὐδαμῶς τὰ καθ' ὧν ἂν λέγοιτο, διαδείκνυσι δὲ μᾶλλον τὴν εἰς ἕν τι συνδρομὴν τῶν ἡνῶσθαι νοουμένων. Καὶ οὐχὶ πάντη τε καὶ πάντως ἓν ἂν λέγοιτο μόνως τὸ ἁπλοῦν καὶ μονοειδές, ἀλλὰ γὰρ καὶ τὰ ἐκ δυοῖν ἢ πλειόνων ἔτι καὶ ἐξ ἑτεροειδῶν συγκείμενα. Δοκεῖ γὰρ οὕτως εὖ ἔχειν τοῖς ταῦτα σοφοῖς. Κακουργότατα τοίνυν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον διϊστάντες εἰς δύο, παραιτοῦνται μὲν τὴν ἕνωσιν, συνάφειαν δὲ ὀνομάζουσιν, ἣν ἂν ἔχοι τυχὸν καὶ ἕτερός τις πρὸς Θεόν, ὡς ἐξ ἀρετῆς καὶ ἁγιασμοῦ μονονουχὶ συνδούμενος, κατά γε τὸ ὑπό του τῶν προφητῶν ὀρθῶς εἰρημένον τοῖς ἀναπίπτουσιν εἰς τὸ ῥᾴθυμον· «Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παρερχόμενον.» Συνάπτοιτο δ' ἂν καὶ μαθητὴς διδασκάλῳ κατά γε τὸ φιλομαθές, καὶ ἡμεῖς ἀλλήλοις οὐ καθ' ἕνα τρόπον, ἀλλὰ πολλούς. Ἢ τάχα που καὶ ὁ τοῦδέ τινος πράγματος ὑπουργὸς οὐκ ἀσυναφὴς κατὰ τὸ ἑκούσιον νοοῖτ' ἂν εἰκότως τῷ λαβόντι πρὸς ὑπουργίαν. Ὃ δὲ μᾶλλον ἔοικεν ἡ παρὰ τῶν καινοτόμων ἡμῖν συνάφεια δηλοῦν. Διεπύθου γὰρ διατεινομένων ἀμαθῶς ὅτι λαβὼν ἄνθρωπον ὡς ἕτερόν τινα παρ' ἑαυτὸν υἱὸν ὁ Θεὸς Λόγος, ὑπουργὸν ὥσπερ τινὰ τῶν ἑαυτοῦ θελημάτων ἀπέφηνεν αὐτόν, ὥστε καὶ θανάτου πεῖραν ἑλεῖν, ἀναβιῶναί τε καὶ εἰς αὐτὸν ἀνελθόντα τὸν οὐρανόν, τοῖς τῆς ἀρρήτου θεότητος ἐνιζῆσαι θάκοις. Ἦ γὰρ οὐχὶ πάντη τε καὶ πάντως διὰ τούτων τῶν λόγων ἕτερος ὢν ὁρᾶται παντελῶς παρὰ τὸν φύσει καὶ ἀληθῶς Υἱόν; Β— Φημί. Α— Ἐπειδὴ δὲ ἅπαξ ἐς τοῦτο κατώλισθον ἀμαθίας ὡς οἴεσθαί τε καὶ λέγειν οὐκ αὐτὸν γενέσθαι μᾶλλον καθ' ἡμᾶς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἄνθρωπον δὲ λαβεῖν, κατὰ ποῖον ἄρα νοεῖσθαι τρόπον ἐθέλουσι πρὸς ἡμῶν τὴν ἀνάληψιν; Ἆρα γὰρ ὡς προχειρισθέντα παρ' αὐτοῦ πρός γε τὸ δεῖν ἀποπερᾶναί τι τῶν κατὰ γνώμην αὐτῷ, καθάπερ ἀμέλει καὶ ἑνὸς τῶν ἁγίων προφητῶν †. . . . †«<Οὐκ ἤμην προφήτης οὐδὲ υἱὸς προφήτου, ἀλλ' αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα, καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων>