Ancient Greek · ~9 min
Page 732
Cyrillus Theol., Quod unus sit Christus 732
Not analysed yet
Οὐκοῦν, ὀλιγωρήσαντές ποτε τῆς εἰς Θεὸν αἰδοῦς, οἱ ἐξ Ἰσραὴλ Μωϋσεῖ τε καὶ Ἀαρὼν ἐπεφύοντο πικρῶς. Εἶτα προπεφώνηκε Μωϋσῆς τε καὶ Ἀαρών· «Τίς ἐστιν ὅτι διαγογγύζετε κατ' αὐτοῦ; Οὐ γὰρ καθ' ἡμῶν, ἀλλὰ κατὰ Θεοῦ ὁ γογγυσμὸς ὑμῶν οὗτός ἐστιν.» Ἐπλημμέλουν μὲν γὰρ εἰς Μωϋσέα καὶ Ἀαρών, ἀλλὰ τῆς θείας ἥπτετο δόξης τὸ δρώμενον, καὶ ἐπ' αὐτὴν εἶχε τὴν ἀναφορὰν τῆς τῶν ὑβριζόντων ὑπονοίας ὁ τρόπος. Πλὴν οὐκ ἦσαν Θεοὶ Μωϋσῆς τε καὶ Ἀαρών, οὔτε μὴν ἀναφορᾷ Θεοῦ προσκεκύνηκεν ἡ κτίσις αὐτοῖς. Ἐβασίλευε Θεὸς διὰ προφητῶν τοῦ κατὰ σάρκα Ἰσραήλ. Εἶτα προσῄεσαν λέγοντες τῷ θεσπεσίῳ Σαμουήλ· «Ποίησον ἡμῖν βασιλέα καθὰ καὶ τὰ λοιπὰ ἔθνη.» Πρὸς ταῦτα κατεπικραίνετο, καὶ σφόδρα εἰκότως ὁ πνευματοφόρος, ἀλλ' ἤκουε τοῦ Θεοῦ λέγοντος· «Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἢ ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτούς.» Ἰδοὺ δὴ πάλιν, κἀνθάδε σαφῶς, ὁ τῆς ἐξουθενήσεως τρόπος εἰς Θεὸν ἔχει τὴν ἀναφοράν. Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος περὶ τῶν ἐν ἐνδείᾳ φησίν· «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Ἆρ' οὖν, κατὰ τοῦτον τὸν τρόπον, εἴ τις λέγοιτο τιμᾶν τὸν ἐκ σπέρματος Δαυείδ, τῷ Υἱῷ πεποίηκε; Κἂν εἰ μὴ πιστεύσειέ τις, προσκέκρουκεν ἀραρότως τῷ κατὰ φύσιν Υἱῷ, τιμᾶσθαι τάχα που καὶ αὐτὸν ἐθέλοντι, καὶ πιστεύεσθαι πρὸς ἡμῶν κατὰ τὸν ἴσον καὶ ἀπαραλλάκτως ἔχοντα τρόπον; Εἶτα πῶς οὐ γέγονεν ἰσότιμον μὲν τῷ δεσπότῃ τὸ δοῦλον, ἐν ὑπεροχαῖς δὲ θεότητος τὸ πεποιημένον, καὶ «Θεὸς πρόσφατος,» κατὰ τὰς Γραφάς; Ἐπενήνεκται δὲ τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὸ ἀνισοφυὲς αὐτῇ καὶ σὺν αὐτῇ προσκυνούμενον καὶ τῆς ἴσης αὐτῇ κοινωνοῦν εὐκλείας; Β— Φασὶ τὴν ἀναφορὰν κατὰ τοιόνδε τινὰ χρῆναι λαμβάνεσθαι τρόπον. Ἐννοοῦντες γὰρ τὸν τῷ ἐκ σπέρματος Δαυεὶδ ἀχωρίστως συναφθέντα Θεὸν Λόγον, προσκυνοῦμεν ὡς Θεόν. Α— Ἆρ' οὖν ἀπόχρη πρὸς τὸ δεῖν αὐτῷ τὴν τῷ Θεῷ πρέπουσαν δόξαν ἑλεῖν, καὶ τῶν τῆς κτίσεως ὑπερφέρεσθαι μέτρων, τὸ συνῆφθαι μόνον αὐτῷ; Καὶ τοῦτο προσκυνητὸν τὸν οὐκ ὄντα Θεὸν ἐργάσεται; Ἀλλ' εὑρίσκω τινὰ τῷ Θεῷ λέγοντα διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Γράφει δὲ καὶ ὁ μακάριος Παῦλος· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.» Ἆρ' οὖν, εἰπέ μοι, καὶ τούτους ἀναφορᾷ Θεοῦ προσκυνήσομεν ὡς κεκολλημένους αὐτῷ; Καίτοι ποῦ συνῆφθαι λέγειν τὸ τῆς