Ancient Greek
Page 735
Cyrillus Theol., Quod unus sit Christus 735
Not analysed yet
κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Παρεκομίσθησαν γὰρ εἰς ἀδόκιμον νοῦν, «τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι.» Δυὰς γὰρ ἡμῖν υἱῶν ἀνισοφυὴς ἀναφαίνεται, καὶ δόξῃ θεοπρεπεῖ στεφανοῦται τὸ δοῦλον, καὶ ἰσομέτροις ὑπεροχαῖς ἐκλαμπρύνεται νόθος τις υἱὸς τῷ κατὰ φύσιν καὶ ἀληθῶς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.» Πῶς γὰρ οὐχ ἕτερος ἰδικῶς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὁ ψιλῇ τε καὶ μόνῃ συναφείᾳ τετιμημένος, καὶ ἐν ὑπηρέτου τάξει ληφθείς, καὶ ἀξιωθεὶς υἱότητος καθὰ καὶ ἡμεῖς αὐτοί, καὶ τῆς παρ' ἑτέρου δόξης μετεσχηκώς, δόσει τε καὶ χάριτι πρὸς τοῦτο ἱγμένος; Β— Οὐ διαιρετέον οὖν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον τὸν Ἐμμανουήλ; Α— Ἥκιστά γε. Χρῆναι δέ φημι Θεὸν ἐνηνθρωπηκότα λέγειν αὐτόν, εἶναί τε κατὰ ταὐτὸν τοῦτό τε κἀκεῖνο. Οὔτε γὰρ ἀποπεφοίτηκε τοῦ εἶναι Θεὸς γενόμενος ἄνθρωπος, οὔτε μὴν ἀπαράδεκτον ἔχει τὴν οἰκονομίαν, τὸ τῆς κενώσεως ἀτιμάσας μέτρον. Β— Ἦν οὖν ἄρα, φασίν, ὁμοούσιον τῷ Λόγῳ τὸ σῶμα αὐτοῦ. Νοηθείη γὰρ ἂν ὧδε καὶ οὐχ ἑτέρως εἷς καὶ μόνος Υἱός. Α— Καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ καὶ νοῦ παραπαίοντος ἀπόδειξις ἐναργής; Πῶς γὰρ ἐν οὐσίας ταυτότητι κατίδοι τις ἂν τὰ τοῖς τῆς φύσεως λόγοις τοσοῦτον ἀλλήλων διῳκισμένα; Ἕτερον γάρ τι θεότης, καὶ ἕτερον ἀνθρωπότης. Ἐπεὶ τίνων φαμὲν γενέσθαι τὴν ἕνωσιν; Οὐ γὰρ ἓν τῷ ἀριθμῷ φαίη τις ἂν εἶναι τὰ ἑνούμενα, ἀλλ' ἢ δύο τυχὸν ἢ καὶ τούτου πέρα. Β— Διαιρετέον οὖν ἄρα φασὶ τὰ ὠνομασμένα. Α— Οὐ διαιρετέον, ὡς ἔφην, εἰς ἰδικὴν ἑτερότητα, τὴν κατά γε τὸ ἀπ' ἀλλήλων εἶναι καὶ ἀναμέρος. Συγκομιστέον δὲ μᾶλλον εἰς ἕνωσιν ἀδιάτμητον. Γέγονε γὰρ σὰρξ ὁ Λόγος, κατὰ τὴν Ἰωάννου φωνήν. Β— Ἄρ' οὖν συγκέχυνται καὶ μία γεγόνασιν ἄμφω φύσεις. Α— Εἶτα τίς οὕτως ἐμβρόντητός τε καὶ ἀμαθὴς εἴη ἂν ὡς ἢ τὴν θείαν οἴεσθαι τοῦ Λόγου τετράφθαι φύσιν εἰς ὅπερ οὐκ ἦν, ἢ μεταχωρῆσαι τὴν σάρκα, κατά γε τὸν τῆς ἀλλοιώσεως τρόπον, εἰς τὴν αὐτοῦ τοῦ Λόγου; Ἀμήχανον γάρ. Ἕνα γε μὴν Υἱὸν καὶ μίαν αὐτοῦ φύσιν εἶναί φαμεν, κἂν εἰ ἐν προσλήψει νοοῖτο γενέσθαι σαρκός, ψυχὴν ἐχούσης τὴν νοεράν. Αὐτοῦ γάρ, ὡς ἔφην, γέγονε τὸ ἀνθρώπινον,