Ancient Greek · ~9 min
Page 736
Cyrillus Theol., Quod unus sit Christus 736
Not analysed yet
νοεῖται δὲ πρὸς ἡμῶν οὐχ ἑτέρως πλὴν ὅτι κατὰ τοῦτον αὐτὸν τὸν τρόπον Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος. Β— Ἄρ' οὖν οὐ δύο φύσεις εἶεν ἄν, Θεοῦ καὶ ἀνθρώπου. Α— Ἕτερον μέν τι καὶ ἕτερον θεότης καὶ ἀνθρωπότης, κατά γε τοὺς ἐνόντας ἑκατέρῳ λόγους. Ἀλλ' ἦν ἐν Χριστῷ ξένως τε καὶ ὑπὲρ νοῦν εἰς ἑνότητα συνδεδραμηκότα, συγχύσεως δίχα καὶ τροπῆς. Ἀπερινόητος δὲ παντελῶς ὁ τῆς ἑνώσεως τρόπος. Β— Καὶ πῶς ἐκ δυοῖν, θεότητός τε καὶ ἀνθρωπότητος, εἷς ἂν νοοῖτο Χριστός; Α— Οὐ καθ' ἕτερον οἶμαι τρόπον ἢ καθ' ὃν ἂν εἶεν τὰ ἀλλήλοις συνηγμένα πρὸς ἕνωσιν ἀδιάτμητον, καὶ τὴν ὑπὲρ νοῦν, ὡς ἔφην. Β— Οἷον δὴ τί; Α— Ἆρ' οὐχ ἕνα φαμὲν τὸν καθ' ἡμᾶς νοούμενον ἄνθρωπον, καὶ μίαν αὐτοῦ φύσιν, καίτοι τὸ μονοειδὲς οὐκ ἔχοντος, συντεθειμένου δὲ μᾶλλον ἐκ δυοῖν, ψυχῆς δὴ λέγω καὶ σώματος; Β— Φαμέν. Α— Μὴ ἀναμέρος τις ἀπολαβὼν τὴν σάρκα, διαστήσας δὲ αὐτῆς τὴν ἑνωθεῖσαν αὐτῇ ψυχήν, εἰς ἀνθρώπους δύο τὸν ἕνα κατατέμῃ, καὶ τὸν τῆς ὀρθότητος οὐ καταφθείρῃ λόγον; Β— Καὶ μὴν ὁ πάνσοφος γράφει Παῦλος· «Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.» Α— Ὀρθῶς ἔφης. ᾜδει γάρ, ᾔδει σαφῶς, τὰ ἐξ ὧν ὁ εἷς ἐστι καὶ θεωρίᾳ μόνῃ ληπτὴν ποιεῖται τὴν διαφοράν. Ἄνθρωπον δὲ τὸν ἔσω ψυχὴν ὀνομάζει, καὶ μὴν καὶ σάρκα τὸν ἔξω. Διαμέμνηται γὰρ τῶν ἱερῶν Γραμμάτων καὶ ἀπὸ μέρους ἔσθ' ὅτε τὸ σύμπαν ἡμῖν καταδηλούντων ζῶον, ὡς ἔν γε τῷ φάναι Θεόν· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» Μωϋσέα γε μὴν προσδιαλεγόμενον τοῖς ἐξ Ἰσραήλ· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον,» καὶ ἐπ' αὐτοῦ δὲ τουτὶ τοῦ Ἐμμανουὴλ γεγονὸς εὑρήσομεν. Μετὰ γάρ τοι τὴν ἕνωσιν, τὴν πρός γέ φημι τὴν σάρκα, κἂν Μονογενῆ καὶ Θεὸν ἐκ Θεοῦ καλέσειέ τις αὐτόν, οὐ δίχα σαρκὸς ἢ γοῦν ἀνθρωπότητος νοοῖτ' ἂν ὑπάρχειν. Κἂν εἴτουν ἄνθρωπον λέγοι, οὐκ ἀποσοβήσει τοῦ εἶναι Θεὸν καὶ Κύριον. Β— Ἀλλ' εἰ μίαν εἶναι φύσιν Υἱοῦ φαμεν, κἂν εἰ νοοῖτο σεσαρκωμένος, πᾶσά πως ἀνάγκη γενέσθαι φυρμὸν ὁμολογεῖν καὶ σύγκρασιν, ὑποκλεπτομένης ὥσπερ τὴς ἀνθρώπου φύσεως ἐν αὐτῷ. Τί γὰρ ἡ ἀνθρώπου φύσις πρὸς τὴν τῆς θεότητος ὑπεροχήν;