Ancient Greek
Page 737
Cyrillus Theol., Quod unus sit Christus 737
Not analysed yet
Α— Μάλιστα μέν, ὦ ἑταῖρε, περιττοεπὴς ὁ λέγων φυρμὸν γενέσθαι καὶ σύγκρασιν εἰ δὴ μία πρὸς ἡμῶν ὁμολογοῖτο φύσις Υἱοῦ σεσαρκωμένου τε καὶ ἐνηνθρωπηκότος. Οὐ γὰρ ἂν ἔχοι τις ἐξ ἀναγκαίων τε καὶ ἀληθῶν συλλογισμῶν ποιεῖσθαι τὴν δεῖξιν. Ἀλλ' εἰ μὲν νόμον ἡμῖν τὸ οἰκεῖον ἱστᾶσι θέλημα, «διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι.» Προσεκτέον γὰρ ἡμῖν οὐκ ἐκεῖνοις μᾶλλον, ἀλλὰ τῇ θεοπνεύστῳ Γραφῇ. Εἰ δὲ δεῖν οἴονται, διὰ τὸ εἶναι μηδὲν τὴν ἀνθρώπου φύσιν ὡς πρός γε τὴν θείαν ὑπεροχήν, ὑποκλέπτεσθαι τε καὶ δαπανᾶσθαι, καθά φασιν αὐτοί, πάλιν ἐροῦμεν· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.» Οὐ γὰρ ἦν ἀμήχανον τῷ φιλαγάθῳ Θεῷ οἰστὸν ἑαυτὸν ἀποφῆναι τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τοῦτο ἡμῖν προϋπέφηνεν αἰνιγματωδῶς Μωϋσέα μυσταγωγῶν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ὡς ἐν τύποις ἔτι ζωγραφῶν. Ἐπεφοίτησε μὲν γὰρ ἐν εἴδει πυρὸς τῷ βάτῳ κατὰ τὴν ἔρημον, καὶ ἐνήστραπτε μὲν τῷ θάμνῳ τὸ πῦρ, πλὴν οὐ κατεκαίετο. Τεθαύμακε δὲ τὴν ὅρασιν ὁ Μωϋσῆς. Καίτοι πῶς οὐκ ἀσύμβατον εἴη ἂν τῷ πυρὶ τὸ ξύλον; Οἰστὴ δὲ ὅπως ταῖς τῆς φλογὸς ἐμβολαῖς ἡ εὐκατάπρηστος ὕλη. Ἀλλ' ἦν, ὡς ἔφην, μυστηρίου τὸ χρῆμα τύπος, οἰστὴν ἀποφαίνοντος τοῖς τῆς ἀνθρωπότητος μέτροις τὴν θείαν τοῦ Λόγου φύσιν, αὐτοῦ γε ἐθέλοντος. Ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. Β— Ὡς εὖ ἴσθι τοι, μὴ ἂν ἑλέσθαι τὰ ἴσα φρονεῖν αὐτούς. Α— Ἁλώσεται τοίνυν καὶ ἀναμφιλόγως υἱοὺς ἡμῖν δύο καὶ δύο χριστοὺς ὁ πρὸς αὐτῶν πρεσβεύων λόγος. Β— Δύο μὲν οὐχί. Φασὶ δὲ ὅτι εἷς μέν ἐστιν ὁ κατὰ φύσιν Υἱός, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ δὲ ληφθεὶς ἄνθρωπος φύσει μέν ἐστιν υἱὸς Δαυείδ, υἱὸς δὲ τοῦ Θεοῦ διὰ τὸ ἀνειλῆφθαι ὑπὸ τοῦ Θεοῦ Λόγου, καὶ διὰ τὸ κατῳκηκέναι ἐν αὐτῷ τὸν Θεὸν Λόγον, εἰς ταύτην ἦλθε τὴν ἀξίαν, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχει. Α— Εἶτα ὅποι ποτὲ νοῦ καὶ φρενὸς εἴεν ἂν οἱ τῇδε δοξάζοντες; Ἢ πῶς οὐ δυάδα φασὶν υἱῶν, ἀποδιϊστάντες ἀλλήλων ἄνθρωπον καὶ Θεόν; Εἴπερ ἐστὶ κατ' αὐτοὺς ὁ μὲν φύσει τε καὶ ἀληθῶς Υἱός, ὁ δὲ χάριτι τὴν υἱοθεσίαν ἔχων, καὶ εἰς ταύτην ἦλθε τὴν ἀξίαν ὡς ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, ἆρ' οὖν ἔχει τι τὸ μεῖζον ἢ καθ' ἡμᾶς; Ἐναυλίζεται γὰρ καὶ ἐν ἡμῖν αὐτοῖς, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ ἱερώτατος Παῦλος· «