Ancient Greek
Page 741
Cyrillus Theol., Quod unus sit Christus 741
Not analysed yet
ὅπερ ἐστὶν ἐν τάξει γερῶν καὶ ἐν χαρίσματος μοίρᾳ κερδαίνοντα. Μεῖον δὲ πάντως καὶ ἐν δευτέροις τοῦ διδόντος τὸ δεχόμενον, καὶ τοῦ δοξάζοντος τὸ τῆς παρ' αὐτοῦ δόξης μετεσχηκός. Β— Πλείστην, οἶμαι, καὶ αὐτοὶ φαῖεν ἂν τὴν διαφορὰν Θεοῦ τε καὶ ἀνθρώπων. Α— Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ὁ τῶν θείων μυστηρίων ἱερουργός, ὁ αὐτὸν ἔνοικον ἔχων τὸν κηρυττόμενον, καὶ λαλῶν ἐν Πνεύματι, τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων καὶ Θεὸν ὀνομάζει, καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς αἰῶνας, ἀμήν; Τί τὸ ἐπέκεινα τοῦ ἐπὶ πάντας Θεοῦ; Τί δὲ τὸ μεῖζον ἐν τῷ ἐκ Πατρὸς φύντι Λόγῳ καταθρήσαι τις ἂν παρά γε τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων, εἴπερ ἐστὶν ἕτερος παρ' αὐτὸν καὶ ἰδικῶς Υἱός, καὶ τοῦτο οὐκ ἀληθῶς; Β— Ἀλλ' εἰσεδέχθη κατὰ συνάφειαν, φασίν, ὁ ἐκ σπέρματος τοῦ Δαυείδ, καὶ ἐπειδήπερ ἐνῴκησεν αὐτῷ Θεὸς ὢν ὁ Λόγος, κοινωνεῖ τῆς ἀξίας αὐτῷ καὶ τῆς τιμῆς. Καὶ τοῦτο διδάξει <λέγων> ὁ ἱερώτατος Παῦλος περὶ αὐτοῦ ὅτι «γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» τοῦτο δέ ἐστι τό· Θεός. Α— Ἄρ' οὖν ἰδικῶς τε καὶ ὡς ἑτέρῳ καταμόνας Υἱῷ τῷ ἐκ σπέρματος Δαυεὶδ δεδόσθαι φασὶ παρὰ τοῦ Θεοῦ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Β— Ναὶ φασί. Θεῷ γὰρ ὄντι καὶ ἐκ Θεοῦ κατὰ φύσιν τῷ Μονογενεῖ, πῶς ἂν γένοιτο δοτὸν ὅπερ ἔχει; Α— Οὐκοῦν, εἰ μὴ ἐπ' αὐτοῦ τέθειται τὸ λαβεῖν, βασανιζέσθω λεπτῶς ἐξ ὧν γέγραφεν αὐτὸς ὁ θεσπέσιος Παῦλος· «Τοῦτο γὰρ φρονεῖτε ἕκαστος ὑμῶν αὐτῶν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ [τὸ] ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα.» Εἴπερ οὖν ἐστι κατ' αὐτοὺς ὁ ἐκ σπέρματος τοῦ Δαυεὶδ ἰδικῶς τε καὶ καταμόνας νοούμενος ἄνθρωπος, τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ἀποφαινόντων αὐτὸν προϋπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ, οὐχ ἡγησάμενον δὲ ἁρπαγμὸν τὸ εἶναι ἴσα Θεῷ, καὶ πρός γε τούτῳ λαβόντα τὴν δούλου μορφήν, ὡς οὐκ ἔχοντα δηλονότι, καὶ οὐκ ὄντα τοῦτο πρὶν λάβῃ. Καίτοι, καθά φασιν αὐτοὶ καὶ φρονεῖν ἐγνώκασιν, αὐτός ἐστιν ἡ τοῦ δούλου μορφή.