Ancient Greek · ~9 min
Page 742
Cyrillus Theol., Quod unus sit Christus 742
Not analysed yet
Εἶτα πῶς ἂν αὐτὴν ὡς οὐκ ἔχων λάβοι; Πῶς δ' ἂν καὶ ἄνθρωπος «ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι» νοοῖτο; Εὑρίσκοιτο δὲ καὶ «ὡς ἄνθρωπος σχήματι;» Ἄρ' οὖν περιτρέψειεν ἂν αὐτοὺς καὶ οὐχ ἑκόντας ἤδη πως τῶν ἐννοιῶν ἡ δύναμις ἐπί γε τὸ δεῖν εἰδέναι τὸ ἀληθές. Β— Τὸ ποῖον; Α— Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, ὁ τῆς ὑποστάσεως αὐτοῦ χαρακτήρ, ὁ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων τῷ φύσαντι, κεκένωκεν ἑαυτόν. Καὶ ποία τίς ἐστιν ἡ κένωσις; Τὸ ἐν προσλήψει γενέσθαι σαρκός, καὶ ἐν δούλου μορφῇ, ἡ πρὸς ἡμᾶς ὁμοίωσις τοῦ μὴ καθ' ἡμᾶς κατ' ἰδίαν φύσιν, ἀλλ' ὑπὲρ πᾶσαν ὄντος τὴν κτίσιν. Οὕτω τεταπείνωκεν ἑαυτόν, καθεὶς οἰκονομικῶς ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις. Ἀλλ' ἦν καὶ οὕτω Θεός, ὡς μὴ δοτὸν ἔχων τὸ φύσει προσὸν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Οὐ γάρ τοι φαῖεν ἄν, οἶμαί που, προκόσμιον δόξαν ὡς ἰδίαν αἰτεῖν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἐν ἐσχάτοις τοῦ αἰῶνος τεχθέντα καιροῖς, εἴπερ ἐστὶν ἕτερος ἰδικῶς υἱὸς παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, θεοπρεπεστάτη δὲ μᾶλλον εἴη ἂν ἡ τοιάδε φωνή. Ἔδει γάρ, ἔδει καὶ τοῖς τῆς ἀνθρωπότητος αὐτὸν συμπλάττεσθαι μέτροις, καὶ ἀπαράσημον ἔχειν τῆς θεοπρεποῦς ἀξίας τὴν ὑπεροχὴν οὐσιωδῶς ἐνοῦσαν αὐτῷ, καθάπερ ἀμέλει καὶ τῷ Πατρί. Ἐπεὶ τίνα τρόπον ἀληθὲς τὸ «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος,» εἴ γε θεοποιεῖται <κατ' αὐτοὺς ἄνθρωπος> συναφείᾳ τῇ πρὸς τὸν Λόγον σύνθρονός τε καὶ κοινωνὸς τῷ Πατρὶ τῆς ἀξίας ἀναδεδειγμένος; Β— Εὖ ἔφης. Α— Πῶς δ' ἂν νοῆσαι πρέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς σοφῶς εἰρημένον· «Εἰ γὰρ καὶ εἰσὶ θεοὶ πολλοὶ <καὶ κύριοι πολλοὶ> ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Ἑνὸς δὲ ὄντος Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ δι' αὐτοῦ τὰ πάντα παρῆχθαι πρὸς γένεσιν εὖ μάλα διειρηκότος, τί δράσομεν, ὦ γενναῖοι, διοριζόντων ὑμῶν τοῦ ἀναληφθέντος ἀνθρώπου, καθά φατε, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον; Τίνα γενέσθαι φαμὲν γενεσιουργὸν τῶν ὅλων; Β— Τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν Υἱόν, τουτέστι τὸν Μονογενῆ. Α— Ἀλλ' ὅ γε τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς διὰ