Ancient Greek · ~9 min
Page 743
Cyrillus Theol., Quod unus sit Christus 743
Not analysed yet
Ἰησοῦ Χριστοῦ τὰ πάντα φησὶ παρῆχθαι πρὸς ὕπαρξιν, ἕνα τε αὐτὸν εἶναι καὶ μόνον. Μεμνήσομαι δὲ ὅτι τὸ Χριστὸς ὄνομα βασανίζοντες ἐλέγομεν ὅτι χρίσεως ἡμῖν εἰσκομίζει δήλωσιν. Διὰ γάρ τοι τὸ κεχρῖσθαι χριστὸς ὀνομάζοιτό τις. Ἢ τοίνυν λεγέτωσαν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν κεχρῖσθαι φύσιν, καὶ ἐν ἐνδείᾳ γενέσθαι τοῦ διὰ Πνεύματος ἁγιασμοῦ καὶ τῆς ἀπ' αὐτοῦ μετοχῆς, ἢ γοῦν διδασκέτωσαν πῶς ἂν νοοῖτο Χριστὸς ὁ μὴ κεχρισμένος, πῶς δ' ἂν καταμόνας καλοῖτο καὶ Ἰησοῦς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τοῦ μακαρίου Γαβριὴλ τῇ ἁγίᾳ Παρθένῳ λέγοντος· «Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Β— Ἄρ' οὖν δι' ἀνθρώπου πεποιῆσθαί φαμεν τὰ πάντα, καὶ ὁ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχων δημιουργός ἐστιν οὐρανοῦ καὶ γῆς καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς; Α— Φράζε δὴ οὖν καὶ αὐτός, ἐρήσομαι γάρ· ἆρ' οὐ γέγονε σὰρξ ὁ Λόγος; Ἆρ' οὐ κεχρημάτικεν Υἱὸς ἀνθρώπου; Οὐκ ἔλαβε δούλου μορφήν; Οὐ κεκένωκεν ἑαυτόν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος; Εἰ μὲν οὖν ἀρνοῦνται τὴν οἰκονομίαν, ἀνταναστήσονται λέγοντες οἱ θεσπέσιοι μαθηταί· «Καὶ ἡμεῖς ἐθεασάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱόν, Σωτῆρα τοῦ κόσμου. <Καὶ> ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ.» Καὶ πάλιν· «Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὔκ ἐστιν.» Εἶτα, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπ' ἀνθρώπου νοεῖν ὡς παραγέγονεν ἐν σαρκί; Πρέποι δ' ἂν μᾶλλον τῷ ἔξω σαρκὸς καὶ φύσεως οὐκ ὄντι τῆς καθ' ἡμᾶς τὸ καὶ ἐν σαρκὶ γενέσθαι καὶ μετὰ ταύτης ἐλθεῖν εἰς τόνδε τὸν κόσμον μετὰ τοῦ μεῖναι ὃ ἦν. Οὐκοῦν, εἰ καὶ γέγονεν ἄνθρωπος, [τὸ ἀπεῖργον οὐδὲν ἐννοεῖν] δι' αὐτοῦ παρῆχθαι τὰ πάντα, καθ' ὃ νοεῖται Θεὸς καὶ συναΐδιος τῷ Πατρί. Οὐ γὰρ ἠλλοίωται Θεὸς ὢν ὁ Λόγος, εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκὸς ἐψυχωμένης νοερῶς, καὶ οὐκ ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν οἱ καινοτομοῦντες τὴν πίστιν, ἀλλ' αὐτὸς γενόμενος σάρξ, ὡς ἔφην, τουτέστιν ἄνθρωπος.