Ancient Greek
Page 755
Cyrillus Theol., Quod unus sit Christus 755
Not analysed yet
ἀμέτοχος μέτρων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ γέγονεν ἡμῖν ὑπογραμμός, ἅτε καὶ ἀνεπιπλήκτως ἐξὸν αὐτῷ τοῖς τῆς ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καίπερ ὄντα Υἱόν. Κατατέθηπε γὰρ ὥσπερ τὸ μυστήριον ὁ πνευματοφόρος, ὅτι φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, καὶ τοῖς τῆς θεότητος αὐχήμασιν ἐμπρεπής, καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, ὡς τῆς ἀνθρωπίνης πτωχείας ὑπελθεῖν τὸ σμικροπρεπές. Ἀλλ' ἦν εἰς ἡμᾶς, ὡς ἔφην, ὁ τοῦ πράγματος τύπος καλὸς καὶ ὀνησιφόρος· ὡς τό τοι μὴ χρῆναι διᾴττειν ἡμᾶς εἰς ἑτέραν ὁδόν, καιροῦ καλοῦντος εἰς εὐανδρίαν, ἀναμάθοι τις ἂν ἐντεῦθεν, καὶ ῥᾷστά γε δή. Καὶ γοῦν ἔφη Χριστός ποτε μὲν ὅτι «Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·» ποτὲ δὲ αὖ· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Τὸ δὲ δεῖν οἴεσθαι κατακολουθεῖν αὐτῷ, τί ἂν ἕτερον εἴη παρά γε τὸ χρῆναι κατανδρίζεσθαι πειρασμῶν, μετὰ τοῦ τὴν ἄνωθεν ἐπικουρίαν αἰτεῖν οὐκ ἀτημελῶς τε καὶ παρειμένως, κεχρημένους δὲ μᾶλλον λιταῖς ταῖς ἐκτενεστάταις, καὶ καθιέντας [ὀμμάτων] τὸ ἐξ εὐλαβείας δάκρυον; Β— Εὖ ἔφης. Α— Εἰ δὲ δὴ λέγοι· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» <πῶς> ἂν ἄρα συνεῖεν αὐτοί; Β— Οἰηθεῖεν ἄν, ὥς γε οἶμαί που, τοῦ ἀναληφθέντος ἀνθρώπου τὰς τοιαύτας εἶναι φωνάς. Α— Ἀκηδιῶντος ἄρα, καὶ ἥκιστα μὲν οἰστήν, δυσφόρητον δὲ ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον, ἢ πῶς; Β— Ἀλύοντος, ὡς εἰκός, ἐξ ἀνθρωπίνης μικροψυχίας. Ἐπεὶ καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου,» προσέπιπτε δὲ καὶ αὐτῷ τῷ Πατρὶ λέγων· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Α— Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ ὅπερ ἐλέγομεν ἀρτίως· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας.» Εἰ δὲ δή τις οἴεται μικροψυχίας εἰς τοῦτο καθικέσθαι Χριστόν, «λελυπῆσθαι δὲ καὶ ἀδημονεῖν» ἀφορήτως ἔχοντα