Ancient Greek
Page 756
Cyrillus Theol., Quod unus sit Christus 756
Not analysed yet
πρὸς τὸ παθεῖν, δέει νενικημένον καὶ ἀσθενείᾳ κεκρατημένον, γράφεται μὲν ὁμολογουμένως αὐτὸν ὡς οὐκ ὄντα Θεόν, εἰκῇ δέ, ὡς ἔοικεν, ἀποφήνειεν ἂν ἐπιτιμῶντα τῷ Πέτρῳ. Β— Πῶς δὴ φής; Α— Ἔφη μὲν γὰρ ὁ Χριστός· «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ σταυρώσουσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.» Ὁ δέ, ἐπείτοι φιλόθεος ἦν· «Ἵλεώς σοι, Κύριε, φησίν, οὐ μὴ ἔσται σοι τοῦτο.» Καὶ τί πρὸς αὐτὸν ὁ Χριστός; «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Καίτοι πῶς ἡμάρτανε τοῦ εἰκότος ὁ μαθητής, ἀποφέρεσθαι θέλων τοῦ διδασκάλου τὸν πειρασμόν, εἰ δύσοιστος ἦν αὐτῷ, καὶ ἥκιστα μὲν φορητός, καθιεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄναλκι καὶ συνθραύειν ἱκανὸν τὸν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπισκήπτοντα τῶν τοῦ θανάτου δειμάτων κατευμεγεθεῖν, καὶ παρ' οὐδὲν ἡγεῖσθαι τὸ παθεῖν, ἔστ' ἂν ἀνύηται πρὸς αὐτῶν τὸ Θεῷ δοκοῦν; Θαυμάζω δὲ ὅτι συνῆφθαι λέγοντες αὐτὸν τῷ Μονογενεῖ, καὶ τῶν θείων ἀξιωμάτων ἀποφαίνοντες κοινωνὸν <ἄνθρωπον>, τῶν τοῦ θανάτου δειμάτων ῥίπτουσι κατόπιν, ἵν' ὁρῷτο καθ' ἡμᾶς, γυμνὸς δηλονότι καὶ ὡς ἀπὸ τῶν θείων ἀξιωμάτων κεκερδακὼς οὐδέν. Β— Ὁποῖος οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας ὁ λόγος; Α— Μυστικὸς †οτι† καὶ βαθὺς καὶ τεθαυμασμένος παρά γε τοῖς εἰδόσιν ὀρθῶς τὸ Χριστοῦ μυστήριον. Ἄθρει γάρ μοι τοὺς τῇ κενώσει πρέποντας λόγους, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις οὐκ ἀπεοικότας, ὡς ἐν καιρῷ καὶ χρείᾳ γεγενημένους, ἵνα φανῆται πανταχοῦ καθ' ἡμᾶς γεγονὼς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἕψεται δὲ τούτῳ κἀκεῖνο δὴ αὖ. Β— Τὸ ποῖόν τι φής; Α— Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστῷ καινά, καὶ ἀναφοίτησις τῶν καθ' ἡμᾶς εἰς τὸ ἐν ἀρχαῖς, ἐχρῆν ἀναγκαίως τὸν δεύτερον Ἀδάμ, τὸν ἐξ οὐρανοῦ, τὸν ἁπάσης ἁμαρτίας κρείττονα, τὴν πάναγνον καὶ ἀβέβηλον ἀπαρχὴν τοῦ γένους δευτέραν, τουτέστι Χριστόν, ἀπαλλάξαι τῆς δίκης τὴν ἀνθρώπου φύσιν, καὶ καλέσαι πάλιν ἐπ' αὐτῇ τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμένειαν, λῦσαί τε τὴν ἐγκατάλειψιν διὰ τῆς ὑπακοῆς καὶ τῆς εἰσάπαν ὑποταγῆς. «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν,» πεπλούτηκε δὲ τὸ ἀμώμητον