Ancient Greek · ~9 min
Page 757
Cyrillus Theol., Quod unus sit Christus 757
Not analysed yet
ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, καὶ τὸ ἀνεπίπληκτον παντελῶς, ἵνα δύνηται λοιπὸν ἐκ παρρησίας ἀναβοᾶν· «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἐννόει γὰρ ὅτι γεγονὼς ἄνθρωπος ὁ Μονογενής, ὡς εἷς ἐξ ἡμῶν καὶ ὑπὲρ ἁπάσης τῆς φύσεως τὰς τοιαύτας ἠφίει φωνάς, μονονουχὶ λέγων· Πεπλημμέληκεν ὁ πρῶτος ἄνθρωπος, παρώλισθεν εἰς παρακοήν, κατημέλησε τῆς δοθείσης ἐντολῆς, τοῖς τοῦ δράκοντος φενακισμοῖς εἰς τὸ ἐξήνιον συνηρπάζετο· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὑπενήνεκται τῇ φθορᾷ καὶ γέγονεν ὑπὸ δίκην. Ἀλλ' ἐμὲ δευτέραν ἐφύτευσας ἀρχὴν τοῖς ἐπὶ τῆς γῆς, κεχρημάτικα δὲ δεύτερος Ἀδάμ. Ἐν ἐμοὶ κεκαθαρμένην ὁρᾷς τὴν ἀνθρώπου φύσιν, κατορθώσασαν τὸ ἀπλημμελές, ἁγίαν καὶ πάναγνον. Δίδου λοιπὸν τὰ ἐξ ἡμερότητος ἀγαθά, λύε τὴν ἐγκατάλειψιν, ἐπιτίμησον τῇ φθορᾷ, καὶ πέρας ἐχέτω τὰ ἐξ ὀργῆς. Νενίκηκα καὶ αὐτὸν τὸν πάλαι κρατήσαντα Σατανᾶν. Εὗρε γὰρ ἐν ἐμοὶ τῶν ἑαυτοῦ παντελῶς οὐδέν. Τοιοῦτος μὲν οὖν, ὥς γε οἶμαι, τῶν τοῦ Σωτῆρος λόγων ὁ νοῦς. Ἐκάλει γὰρ οὐκ ἐφ' ἑαυτὸν μᾶλλον, ἀλλ' ἐφ' ἡμᾶς αὐτοὺς τὴν παρὰ Πατρὸς εὐμένειαν. Ὥσπερ γὰρ εἰς ὅλην τὴν ἀνθρώπου φύσιν, καθάπερ ἐκ ῥίζης τῆς πρώτης, φημὶ τοῦ Ἀδάμ, διέβη τὰ ἐξ ὀργῆς—»βεβασίλευκε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ» —οὕτω καὶ τὰ ἐκ τῆς δευτέρας ἡμῶν ἀπαρχῆς, τουτέστι Χριστοῦ, πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον διαβήσεται γένος, καὶ πιστώσεται λέγων ὁ πάνσοφος Παῦλος· «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον» τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται. Καὶ πάλιν· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Β— Ἄσοφον οὖν ἄρα καὶ ἀπᾷδον παντελῶς τοῖς ἱεροῖς Γράμμασι τὸ οἴεσθαί τε καὶ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον ὡς ἐγκαταλειφθέντα ὑπὸ τοῦ συναφθέντος αὐτῷ Λόγου ταῖς ἀνθρωπίναις χρήσασθαι φωναῖς. Α— Δυσσεβὲς μὲν οὖν, ὦ ἑταῖρε, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας ἀπόδειξις [εἴη ἂν καὶ μάλα σαφὴς τουτὶ] οὐκ ἀπεοικός γε μὴν τοῖς μὴ φρονεῖν εὖ ἐγνωκόσιν. Ἐπειδὴ γὰρ διιστᾶσί τε καὶ διορίζουσι πανταχῆ καὶ φωνὰς καὶ πράγματα, καὶ τὰς μὲν μόνῳ καὶ ἰδικῶς ἐκνενεμήκασι τῷ Μονογενεῖ, τὰς δὲ ὡς ἑτέρῳ παρ' αὐτὸν Υἱῷ τε καὶ ἐκ γυναικός, ταύτῃτοι