Ancient Greek · ~9 min
Page 759
Cyrillus Theol., Quod unus sit Christus 759
Not analysed yet
Γέγραφε γοῦν ὁ πάνσοφος Παῦλος· «Ὅτι ὁ Θεός, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ Χριστοῦ Ἰησοῦ.» Ἄθρει γὰρ ὅπως «ἐν προσώπῳ Χριστοῦ» τῆς θείας τε καὶ ἀπορρήτου δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὁ φωτισμὸς ἀναλάμπει. Δείκνυσι γὰρ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς δόξαν, καίτοι γεγονὼς ἄνθρωπος ὁ Μονογενής. Μόνον γὰρ οὕτως καὶ οὐχ ἑτέρως Χριστὸς νοεῖται καὶ ὀνομάζεται. Ἢ γοῦν διδασκόντων ἡμᾶς οἱ διεναντίας τίνα τρόπον κατίδοι τις ἂν ὡς ἐν ἀνθρώπῳ κοινῷ τῆς θείας δόξης τὸν φωτισμόν, ἢ γοῦν τὴν ἐπίγνωσιν. Οὐ γὰρ ἐν ἀνθρώπου μορφῇ Θεὸν ὀψόμεθα, πλὴν ἐν μόνῳ τῷ καθ' ἡμᾶς γεγονότι καὶ ἐνανθρωπήσαντι Λόγῳ, μεμενηκότι δὲ καὶ οὕτω φύσει τε καὶ ἀληθῶς Υἱῷ, παραδόξως ἦν καὶ τοῦτο ἰδεῖν, καθὸ νοεῖται Θεός. Καὶ γοῦν ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, Χριστὸν Ἰησοῦν ὀνομάσας αὐτόν, ὡς καθ' ἡμᾶς γεγονότα καὶ σεσαρκωμένον, οἶδεν ὄντα μετὰ <τούτου> φύσει τε καὶ ἀληθείᾳ Θεόν. Γράφει γὰρ ὡδί· «Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν, τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Προφητεύει δὲ καὶ Ζαχαρίας τῷ οἰκείῳ παιδί, φημὶ δὴ τῷ Βαπτιστῇ· «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι λαὸν αὐτῷ.» Εἶτα τὸν Ὕψιστόν τε καὶ Κύριον ὁ θεσπέσιος Βαπτιστὴς κατεδείκνυ λέγων· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Ἆρ' οὖν ἐνδοιάσαι θέμις ὡς εἷς καὶ μόνος καὶ ἀληθῶς Υἱὸς εἴη ἂν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός, καὶ οὐκ ἀψύχου μᾶλλον κατά τινας, ὡς ἔφην, ἐψυχωμένης δὲ νοερῶς, καὶ ἓν σὺν αὐτῇ πρόσωπον πανταχῇ; Β— Ἐνδοιάσαιμι μὲν ἥκιστά γε. «Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Πλὴν εἰ λέγοιτο προκόπτειν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τίς ὁ ἐν τούτοις γεγονώς ἐστι; Πλήρης γὰρ ὢν καὶ αὐτοτελὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁποίαν ἂν λάβοι, καὶ εἰς τί τὴν ἐπίδοσιν, ἤτοι τὴν προκοπήν; Σοφία δὲ ὢν αὐτός, οὐκ ἂν λέγοιτο σοφίας δεκτικός †. . . . †Ζητητέον οὖν ἄρα, φασί, περὶ ὃν ἂν γένοιτο ταυτί.