Ancient Greek
Page 760
Cyrillus Theol., Quod unus sit Christus 760
Not analysed yet
Α— Ἕτερον οὖν, ὡς ἔοικεν, εἰσκομιστέον Υἱὸν <καὶ Χριστὸν> καὶ Κύριον, διὰ τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸν οἰκονομικῶς ἐφέντα τῇ ἰδίᾳ σαρκὶ διὰ τῶν τῆς ἰδίας φύσεως ἰέναι νόμων. Ἀνθρωπότητος δὲ τὸ προκόπτειν ἐστὶν ἡλικίᾳ τε καὶ σοφίᾳ, φαίην δ' ἂν ὅτι καὶ χάριτι, συναναπηδώσης τρόπον τινὰ τοῖς τοῦ σώματος μέτροις καὶ τῆς ἐν ἑκάστῳ συνέσεως. Ἑτέρα μὲν γὰρ ἐν νηπίοις, ἑτέρα δὲ αὖ ἐν τοῖς ἤδη παισί, καὶ ὑπὲρ τοῦτο ἔτι. Ἦν μὲν γὰρ οὐκ ἀδύνατον, ἢ γοῦν ἀνέφικτον, ὡς Θεῷ τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὸ ἑνωθὲν αὐτῷ σῶμα καὶ ἐξ αὐτῶν σπαργάνων ἆραί τε ὑψοῦ καὶ εἰς μέτρον ἡλικίας τῆς ἀρτίως ἐχούσης ἀνενεγκεῖν. Φαίνη δ' ἂν ὅτι καὶ ἐν νηπίῳ σοφίαν ἐκφῆναι τεθαυμασμένην ῥᾴδιόν τε καὶ εὐήλατον ἦν αὐτῷ. Ἀλλ' ἦν τὸ χρῆμα τερατοποιίας οὐ μακράν, καὶ τοῖς τῆς οἰκονομίας λόγοις ἀνάρμοστον. Ἐτελεῖτο γὰρ ἀψοφητὶ τὸ μυστήριον. Ἠφίει δὴ οὖν οἰκονομικῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφ' ἑαυτῷ τὸ κρατεῖν. Τετάξεται γὰρ ἐν μοίρᾳ καὶ τοῦτο τῆς πρὸς ἡμᾶς ὁμοιώσεως, οἷς κατὰ βραχὺ πρὸς τὸ μεῖζον ἡ πρόοδος, αἴροντος ἡμᾶς καιροῦ πρὸς ἐπίδοσιν ἡλικίας καὶ οὐκ ἀναρμόστου φρονήσεως. Οὐκοῦν, παντέλειος μὲν καὶ ἀπροσδεὴς παντὸς ὁτουοῦν, καὶ γοῦν αὐξήσεως, ὡς Θεός, ὁ ἐκ Πατρὸς Λόγος. Οἰκειοῦταί γε μὴν τὰ ἡμῶν, ἐπεί τοι γέγονε καθ' ἡμᾶς, ἀλλ' ἴσμεν ὄντα αὐτὸν καὶ οὕτως ὑπὲρ ἡμᾶς ὡς Θεόν. Τολμᾷ γοῦν ὁ Παῦλος, καίπερ εἰδὼς ὅτι γέγονε σάρξ, ταῖς τῆς θεότητος ὑπεροχαῖς ἐνορῶν, ἔσθ' ὅτε, οὐδὲ ἄνθρωπον αὐτὸν εἶναι ἐνιαχοῦ λέγειν· ἐπιστέλλει γοῦν τοῖς ἐκ Γαλατίας· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ μὴν καὶ ἑτέρωθι· «Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Β— Ἐφαρμοστέον οὖν ἄρα αὐτῷ καὶ τὸ λέγεσθαι προκόπτειν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ μέντοι καὶ κοπιᾶν, καὶ τὰ τούτοις ἐοικότα; Καὶ τάχα που, κἂν εἰ λέγοιτο παθεῖν, ἐζωοποιῆσθαί τε παρὰ τοῦ Πατρός, αὐτῷ προσνεμοῦμεν καὶ ταῦτα.