Ancient Greek · ~9 min
Page 763
Cyrillus Theol., Quod unus sit Christus 763
Not analysed yet
Οὐκοῦν, ὁ μὲν τύπος ἔχει τὸ «ἐν αἵματι τῷ ἀλλοτρίῳ» ποιεῖσθαι τὴν πρόσοδον, καὶ ἀποκαθαιρεῖσθαί τινας, τό γε μὴν ἀληθές, ἢ γοῦν ἡ ἀλήθεια, δέξεται πάντως που τὸ ἄμεινον, τουτέστι τὸ ἐν αἵματι τῷ ἰδίῳ τοῦτο δρᾶν εἰσελαύνοντα τὸν <Υἱὸν> οὐκ εἰς πρόσκαιρόν τινα καὶ χειροποίητον σκηνὴν τὴν ὡς ἐν σκιᾷ καὶ τύποις, ἀλλ' εἰς τὴν ἄνω καὶ ἀληθῆ, τουτέστιν εἰς τὸν οὐρανόν. «Ἀνάγκη γὰρ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι»—δῆλον δὲ ὅτι τοῖς τυπικοῖς τε καὶ ἀλλοτρίοις—»αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.» Ζητητέον οὖν ἄρα καὶ ἀναγκαίως ἐν Χριστῷ τὸ κρεῖττον ἢ κατὰ τοὺς τύπους, φημὶ δὲ τὸ ἀληθές, ὅπερ ἐστὶν «ἐν αἵματι τῷ ἰδίῳ.» Β— Εὖ ἔφης. Α— Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν κατεξανιστᾶσι <ἡμῖν> ῥῆσιν, ὡς ἐπ' ἀνθρώπου κοινοῦ προενηνεγμένην, φέρε λέγωμεν ἑλόντες ἀπ' ἀρχῆς τῶν γεγραμμένων μέχρι καταλήξεως τῆς ἀποχρώσης τῷ λόγῳ. Γέγραπται τοίνυν· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἰδοὺ γάρ, ἰδού, καὶ μάλα σαφῶς, «ἠλαττῶσθαι» λέγων αὐτὸν «παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου,» «κατεστέφθαι» γε μὴν δι' αὐτὸ «τιμῇ τε καὶ δόξῃ,» καθίστησιν ἐμφανῆ τὸν ἐφ' ᾧ ποιεῖται τοὺς λόγους, δῆλον δὲ ὅτι τὸν Μονογενῆ. «Μετεσχηκέναι, γάρ φησιν αὐτόν, αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν,» καὶ «οὐκ ἀγγέλων ἐπιλαβέσθαι μᾶλλον, ἀλλὰ σπέρματος Ἀβραάμ.» Ἔπρεπε γὰρ τῷ Θεῷ καὶ Πατρί, «δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα,» καθιγμένον εἰς κένωσιν καὶ ἐνανθρωπήσαντα τὸν Υἱόν,