Ancient Greek · ~9 min
Page 762
Cyrillus Theol., Quod unus sit Christus 762
Not analysed yet
τρόπον τὸ ἐπὶ τῷ σταυρῷ πάθος ἀξιοῦσι προσνέμειν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, παρασκευάσαι δὲ μᾶλλον φασὶν αὐτὸν τὸν συναφθέντα αὐτῷ κατ' ἰσοτιμίαν ἄνθρωπον τὰς ἐκ τῶν Ἰουδαίων ὑποστῆναι παροινίας, καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ μὴν καὶ αὐτὸν τὸν θάνατον, καὶ αὐτὸν γενέσθαι τῆς σωτηρίας ἡμῶν ἀρχηγόν, τῇ τοῦ συνόντος αὐτῷ Λόγου δυνάμει παλινδρομήσαντα πρὸς ζωήν, καὶ τὸ τοῦ θανάτου καταργήσαντα κράτος. Α— Ἆρα οὖν ἔχοιεν ἐξ ἱερῶν Γραμμάτων τὸν ἐπὶ τούτοις ἡμῖν ἀληθῆ παραστῆσαι λόγον; Ἢ καινοτομοῦσι τὴν πίστιν, «τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου,» κατὰ τὸ γεγραμμένον, ἢ τάχα που οὐκ εἰδότες λέγειν· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.» Β— Ναί, φασίν. Ἐμπεδοῖ γὰρ πρὸς τοῦτο ἡμᾶς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Ὁ γάρ τοι, φασίν, ἐν ᾧ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα εἴη ἂν ἕτερος οὐδεὶς παρά γε τὸν ἐκ Θεοῦ φύντα Λόγον. Αὐτὸς τοιγαροῦν ἐτελείωσε διὰ παθημάτων τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τουτέστι τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. Α— Λελυτρώμεθα οὖν παρὰ Θεοῦ μὲν οὐκ ἔτι—πῶς γὰρ ἢ πόθεν; —ἀλλοτρίῳ δὲ μᾶλλον αἵματι. Καὶ τέθνηκέ τις ὑπὲρ ἡμῶν ὑποβολιμαῖος ἄνθρωπος καὶ υἱὸς ψευδώνυμος. Καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ὕθλος ἦν ἄρα καὶ φενακισμός, καὶ οὔτε γέγονεν ἄνθρωπος. Ἐπιγαψόμεθα δὲ Σωτῆρα καὶ Λυτρωτὴν ἥκιστα μὲν αὐτόν, ἐκεῖνον δὲ μᾶλλον ὃς τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Καίτοι γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· «Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταῦτα. Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Οὐδὲ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.»