Ancient Greek · ~9 min
Page 774
Cyrillus Theol., Quod unus sit Christus 774
Not analysed yet
Τέθεικε δὲ καὶ ἀνέλαβεν ὁ Μονογενὴς καὶ ἀληθῶς Υἱός, τῶν τοῦ θανάτου βρόχων ἡμᾶς ἔξω τιθείς. Ἴδοι δ' ἄν τις εὖ μάλα τουτὶ καὶ ἐν ταῖς Μωϋσέως βίβλοις, ὡς ἐν σκιαῖς ἐπὶ τοῖς πάλαι διαμορφούμενον· ἐξείλετο γὰρ θανάτου καὶ φθορᾶς ἡ τοῦ προβάτου σφαγὴ τοὺς ἐξ Ἰσραήλ, καὶ δεδυσώπηκε τὸν ὀλοθρευτήν. Τύπος δὲ ἦν ἄρα τὸ χρῆμα Χριστοῦ. «Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός,» ἵνα τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσῃ κράτος, αἵματί τε τῷ ἰδίῳ κατακτήσηται τὴν ὑπ' οὐρανόν. «Ἠγοράσμεθα γὰρ τιμῆς,» καὶ «οὔκ ἐσμεν ἑαυτῶν.» «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν,» ὁ πάντων ἀξιώτερος, «ἵν' οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Συλλήψεται δὲ καὶ ὁ Παῦλος λέγων· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστός. συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ, τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ [ἐμοῦ].» Χριστοῦ τοιγαροῦν οἱ πάντες ἐσμέν, καὶ δι' αὐτοῦ κατηλλάγμεθα τῷ Πατρί, σαρκὶ παθόντος ὑπὲρ ἡμῶν, ἵν' ἡμᾶς ἀποφήνῃ κεκαθαρμένους. Γέγραπται γὰρ ὅτι· «Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.» Καὶ πάλιν· «Καὶ ἡμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.» Σύνες οὖν ὅπως «ἴδιον αἷμα» καὶ «ἰδίαν σάρκα» φησὶν αὐτοῦ τὴν δοθεῖσαν ὑπὲρ ἡμῶν, ἵνα μὴ ἑτέρου παρ' αὐτὸν υἱοῦ λέγωμεν αὐτήν, νοουμένου τε ἀναμέρος, καὶ ψιλῇ συναφείᾳ τετιμημένου, καὶ ἐπακτὴν ἔχοντος δόξαν, καὶ οὐκ οὐσιώδη τὴν ὑπεροχήν, ἐπίβλημα δὲ καὶ ὥσπερ τι προσωπεῖον ἐπερριμμένον αὐτῷ, τό τε τῆς υἱότητος καὶ τῆς ὑπὲρ πάντα θεότητος ὄνομα. Οὕτω γὰρ ἔχοντι κατὰ φύσιν καθὰ φρονεῖν ἐγνώκασιν οἱ δι' ἐναντίας, ἁρμόσειεν ἂν αὐτῷ κατ' οὐδένα τρόπον τὸ χρῆναι λέγειν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Πῶς γὰρ ἀληθὲς τὸ οὐχ οὕτως ἔχον ὡς λέγεται, νωθὸν δὲ ὥσπερ τι καὶ ψευδώνυμον; Ἀλλὰ μὴν ἀλήθεια Χριστός, καὶ ἐπάνω πάντων ὡς Θεός. Μεμένηκε γὰρ ὅπερ ἦν ὁ Λόγος, εἰ καὶ γέγονε σάρξ, ἵν' ὁ πάντων ἐπέκεινα καὶ ἐν τοῖς πᾶσι γεγονὼς διὰ τὸ ἀνθρώπινον σωζόμενον ἔχοι τὸ εἶναι πέρα παντὸς καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων.