Ancient Greek · ~9 min
Page 775
Cyrillus Theol., Quod unus sit Christus 775
Not analysed yet
Β— Ἀλλ' ἐναπομάξεται, φησί, τῷ Θεῷ Λόγῳ πολύ τι τὸ δυσκλεὲς τὸ λέγεσθαι παθεῖν. Διαβεβλήσεται δὲ πρὸς τούτῳ καὶ αὐτό που τάχα τὸ σεπτὸν ἡμῶν μυστήριον. Α— Ἀλλ' «αἰσχύνης καταφρονήσας,» εἵλετο παθεῖν σαρκὶ δι' ἡμᾶς, κατὰ τὰς Γραφάς. Ἀρρώστημα δὲ φρενὸς Ἰουδαϊκῆς καὶ τῆς Ἑλλήνων ἀβελτερίας ἔγκλημα δεινὸν καταλογισαίμην ἂν τὸ αἰσχύνεσθαι δοκεῖν τὸ ἐπὶ τῷ σταυρῷ πάθος. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.» Β— Τίνα τρόπον; Συνίημι γὰρ ἥκιστά γε. Α— Οὐ γὰρ Ἰουδαίοις μὲν σκάνδαλον τὸ ἐπὶ τῷ σταυρῷ πάθος γενέσθαι φησίν, Ἕλλησι δὲ μωρίαν; Οἱ μὲν γὰρ ἔφασκον, ἀπηρτημένον ὁρῶντες τοῦ ξύλου, καὶ τὰς μιαιφόνους ἐπ' αὐτῷ σείοντες κεφαλάς· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι <νῦν> ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι.» Ὥοντο γὰρ ὅτι τῆς αὐτῶν ἰσχύος ἡττώμενος ἥλω καὶ πέπονθε. Πεπλάνηντο γάρ, οὐχ Υἱὸν εἶναι Θεοῦ νομίσαντες ἀληθῶς, ἀλλ' εἰς μόνην ὁρῶντες τὴν σάρκα. Ἕλληνές γε μήν, τὸ τοῦ μυστηρίου βάθος κατ' οὐδένα τρόπον συνιέναι δυνάμενοι, μωρίαν εἶναι νομίζουσι τὸ λέγεσθαι πρὸς ἡμῶν τεθνάναι Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ' αὐτὸ δὴ τουτὶ τὸ δοκοῦν εἶναι μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστί. Βαθὺς γὰρ ὁ λόγος, καὶ τῆς ἀνωτάτω σοφίας ἐπίμεστος ἀληθῶς, ὁ ἐπί γέ φημι τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καὶ τὸ ἀσθενὲς εἶναι νομισθὲν παρά γε τοῖς Ἰουδαίων δήμοις ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Σέσωκε γὰρ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδύς, ἵνα σαρκὶ παθὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν, κρείττονα θανάτου καὶ φθορᾶς τὴν ἡμῶν ἀποφήνῃ φύσιν. Ἔστι δὲ ὑπὲρ χεῖρα τὴν καθ' ἡμᾶς τὸ κατωρθωμένον. Οὐκοῦν, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶ τὸ ἀσθενείᾳ τῇ καθ' ἡμᾶς καὶ ὡς ἔν γε τῷ παθεῖν πεπράχθαι δοκοῦν, δυνάμεώς τε τῆς θεοπρεποῦς ἐπίδειξιν ἔχον. Β— Εἶτα πῶς ἂν ὁ αὐτός, φασί, παθὼν μὴ πάθοι; Α— Σαρκὶ τῇ ἰδίᾳ παθών, καὶ οὐ θεότητος φύσει. Καὶ ἀπόρρητος μὲν παντελῶς ὁ ἐπὶ τούτοις λόγος, καὶ οὐκ ἄν τις ἐφίκοιτο νοῦς τῶν οὕτως ἰσχνῶν καὶ ὑπερηρμένων ἐννοιῶν.