Ancient Greek
Page 583
Cyrillus Theol., Responsiones ad Tiberium diaconum sociosque suos 583
Not analysed yet
Πατρὸς, οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὸ πάντα φημὶ πληροῦν καὶ εἶναι πανταχοῦ καὶ οὐδενὸς ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ' αὐτόν ἐστιν. ἐκπίπτουσι τοίνυν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ ταῦτα περὶ αὐτοῦ τολμῶντες λέγειν. εἰ μὲν γὰρ πεπιστεύκασιν ἀληθῶς ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν πέφηνεν ὁ Υἱὸς, τί μὴ νέμουσιν αὐτῷ τὰ τῇ θείᾳ πρέποντα φύσει; εἰ δὲ ὄνομα μὲν αὐτῷ τὸ τοῦ Θεοῦ περιπλάττουσιν, ἀποστεροῦσι δὲ τῶν τῆς θεότητος ἀξιωμάτων, ἠγνοήκασιν ὅτι καταφέρουσιν ἐν κτίσμασι τὸν ποιητὴν, καὶ τῇ τῶν γεγονότων μοίρᾳ τάττουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον· οὐκοῦν ἦν μὲν ἐπὶ γῆς ὁρώμενος κατὰ σάρκα ἄνθρωπος, πλήρεις δὲ ἦσαν καὶ οὕτω τῆς θεότητος αὐτοῦ οἱ οὐρανοί. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα Θεὸς ὢν ὁ Λόγος. Πρὸς τοὺς λέγοντας, ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν. ΕΠΙΛΥΣΙΣ. Φασὶ γεμὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ "Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ "οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατὴρ" μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, μήτε