Ancient Greek · ~5 min
Page 551
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 551
Not analysed yet
Ἔκτισεν ὁ Θεὸς ἐκ γῆς τὸν ἄνθρωπον "καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον "αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." καὶ οἱ μὲν ὑπὸ τοῦ ἐμφυσήματος τὴν ψυχὴν λέγουσι δεδημιουργῆσθαι, ὡς ὑπὸ χειρῶν τὸ σῶμα· οἱ δὲ ὅτι τὸ ἐμφύσημα ἐκεῖνο ψυχὴ αὐτῷ γέγονεν· οἱ δὲ ἕτεροι πάλιν ὅτι τῷ κτισθέντι ἀνθρώπῳ ὁλοκλήρῳ ζωτικὴν δέδωκε δύναμιν τὸ ἐμφύσημα ἐκεῖνο· ἄλλοι δὲ ὅτι ὁ νοῦς ἐστὶ τὸ ἐμφύσημα τοῦτο, καὶ διώρισται τῆς ψυχῆς, καὶ τοῦτό ἐστι τὸ κατ' εἰκόνα, ὡς ἐκ τριῶν τούτων συνίστασθαι τὸν ἄνθρωπον, νοῦ καὶ ψυχῆς καὶ σώματος ἰδιαζόντως ἐν ἑνώσει. καὶ ἴδιον τῆς οὐσίας τοῦ Θεοῦ ἢ ἀλλότριον τὸ ἐμφύσημα τοῦτό ἐστιν. ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀνέχεσθαι διαπίπτειν τὸν λόγον ἐᾶν ἐφ' ἃ μὴ προσῆκεν, ἤγουν ἔξω φέρεσθαι τοῦ εἰκότος. γέγραπται γὰρ, ὅτι "ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει." ὃ δὲ σαφῶς οὐκ ἔφη τὸ γράμμα τὸ ἱερὸν, πῶς ἄν τις ἐξηγοῖτο σαφῶς; οἷόν τι φημὶ ἐν τῷ τῆς κοσμοποιΐας βιβλίῳ γέγραπται, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ ὅτι μὲν πεποίηκεν, ἔφη τὸ γράμμα τὸ ἱερὸν, καὶ ἀληθὲς ἐν πίστει τοῦτο δεχόμεθα. τὸ δὲ ὅπως ἢ πόθεν, ἢ τίνα τρόπον