Ancient Greek · ~5 min
Page 552
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 552
Not analysed yet
παρήχθη πρὸς ὕπαρξιν οὐρανός τε καὶ γῆ καὶ τὰ ἕτερα τῶν κτισμάτων πολυπραγμονεῖν οὐκ ἀζήμιον· οὐ γὰρ δεῖ τοῖς βαθυτέροις ἐγκαθιέναι τὸν νοῦν. ὅσα τοίνυν μὴ σφόδρα σαφῶς ἡ θεία λέγει γραφὴ, ταῦτα χρὴ λανθάνειν, καὶ ἐν σιωπῇ παρατρέχειν. εἰ δὲ χρὴ κατατεκμαίρεσθαι μετὰ λογισμοῦ βλέποντος εἰς ὀρθότητα, φαμὲν, ὅτι ὁ τῶν ὅλων δημιουργὸς ἔπλασε μὲν ἀπὸ γῆς τὸν ἄνθρωπον, ἤτοι τὸ σῶμα· ψυχώσας δὲ αὐτὸ ψυχῇ ζώσῃ τε καὶ νοερᾷ, καθ' ὃν οἶδε τρόπον, παντὸς ἀγαθοῦ πράγματος ἔφεσίν τε καὶ γνῶσιν ἐγκατεβάλετο φυσικῶς αὐτῷ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ εἰρημένον διὰ τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου "Ἦν τὸ "φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς "τὸν κόσμον." τίκτεται γὰρ τὸ ζῷον φυσικὴν ἔχον ἐπιτηδειότητα πρὸς τὸ ἀγαθόν. καὶ τοῦτο διδάξει γράφων ὁ πάνσοφος Παῦλος, ὅτι "αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ "ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς "περιπατήσωμεν." διοικεῖται μὲν γὰρ ὁ ἄνθρωπος προαιρετικῶς καὶ τὰς ἡνίας πεπίστευται τῆς αὐτοῦ διανοίας, ὥστε ἐφ' ὅπερ ἂν βούλοιτο τρέχειν, εἴτε πρὸς τὸ ἀγαθὸν, εἴτ' οὖν πρὸς τὸ ἐναντίον. ἔχει δὲ ἡ φύσις ἐγκαταβεβλημένην ἑαυτῇ καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ τὸ ἐπιμελεῖσθαι θέλειν ἀγαθότητος καὶ δικαιοσύνης. οὕτω γὰρ τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν γενέσθαι