Ancient Greek · ~5 min
Page 554
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 554
Not analysed yet
δὲ μέτοχον ἀποδεδειγμένον τοῦ θείου Πνεύματος ὃ καὶ ἀποβέβληκεν διὰ τὴν ἁμαρτίαν. ἔφη γάρ που ὁ Θεὸς ὅτι "Οὐ "μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις "διὰ τὸ εἶναι αὐτοὺς σάρκας," τουτέστι, μόνα φρονεῖν τὰ σαρκός. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τουτέστιν εἰς τὸ ἀρχαῖον ἀναγαγεῖν, τὸ ἀποπτὰν καὶ ἀποφοιτῆσαν ἡμῶν Ἅγιον Πνεῦμα πάλιν ἡμῖν ἀποκαθιστῶν, τοῦτο ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων "Λάβετε Πνεῦμα Ἅγιον." ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς ἁγιασμὸν τὸν πρῶτον, καὶ ἀνακομίζον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις, εἰς τὸν ἄνωθεν καὶ ἐν πρώτῃ κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν. Εἰ ἕτερον τὸ κατ' εἰκόνα καὶ ἕτερον τὸ καθ' ὁμοίωσιν ἢ ταὐτόν· φασὶ γὰρ, ὅτι τὸ μέν Κατ' εἰκόνα ἐλάβομεν εὐθὺς κτισθέντες, τὸ δέ Καθ' ὁμοίωσιν, οὔ, τετήρηται δὲ παρ' ἡμῖν εἰς αἰῶνα τὸν μέλλοντα. διὸ, φησὶ, γέγραπται "Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα." καὶ πάλιν εἴρηται, φησίν "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' "ὁμοίωσιν ἡμετέραν," καὶ μετὰ τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἴρηκε "Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα ἑαυτοῦ ἐποίησεν "αὐτὸν," σιωπήσας ἐνταῦθα τό Καθ' ὁμοίωσιν, ἵνα δείξῃ, φησὶ, μήπω ἡμᾶς τοῦτο δεδέχθαι, τετηρῆσθαι δὲ ἡμῖν ἐν τῇ μακαρίᾳ ἐκείνῃ ζωῇ.