Ancient Greek · ~6 min
Page 553
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 553
Not analysed yet
φαμὲν, καθὸ καὶ ἀγαθὸν καὶ δίκαιον πέφυκεν εἶναι τὸ ζῷον. ἐπειδὴ δὲ ἐχρῆν οὐ λογικὸν εἶναι μόνον, καὶ ἐπιτηδείως ἔχον εἰς ἀγαθουργίαν καὶ δικαιοσύνην, ἀλλὰ γὰρ καὶ Ἁγίου Πνεύματος μέτοχον, ἵνα λαμπροτέρους ἔχῃ τῆς θείας φύσεως τοὺς χαρακτῆρας ἐν ἑαυτῷ, καὶ ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς. τοῦτο δέ ἐστι τὸ δι' Υἱοῦ τῇ λογικῇ κτίσει χορηγούμενον Πνεῦμα, καὶ διαμορφοῦν αὐτὴν εἰς εἶδος τὸ ἀνωτάτω, τουτέστι, τὸ θεῖον. ὅτι γὰρ οὐκ εἰς ψυχὴν ἀνθρώπῳ τὸ ἐμφυσηθὲν αὐτῷ γέγονε πνεῦμα, οὔτε μὴν εἰς νοῦν, ὡς οἴονταί τινες, ἐντεῦθεν ἔστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ὁ ἐμφυσήσας νοεῖται ὁ Θεὸς, τὸ δὲ ἐμφυσηθὲν ἐξ αὐτοῦ πάντως που νοεῖται καὶ ἴδιον αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ. εἶτα πῶς ἂν τὸ ἐκ Θεοῦ Πνεῦμα μετέβαλεν εἰς φύσιν ψυχῆς, ἢ καὶ νοῦς ἐγένετο; ἀμήχανον γὰρ τοῦ τρέπεσθαι τὸ Πνεῦμά ἐστιν. εἰ δὲ δοίη τις εἶναι καὶ κατὰ τροπὴν γενέσθαι ψυχὴν ἢ νοῦν· ὅπερ ἐστὶ τῶν ἀμηχάνων· ἀλλ' ἐκεῖνό γε εὐθὺς ἔστιν ἰδεῖν. εἰ γὰρ εἰς ψυχὴν τῷ ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα γέγονεν, ἔμεινεν ἂν ἡ ψυχὴ καὶ ὁ νοῦς ἀνεπίδεκτος ἁμαρτίας. εἰ δὲ ὑποπέπτωκεν ἁμαρτίαις εἰς ψυχὴν μεταβεβλημένον τὸ ἐκ Θεοῦ Πνεῦμα, διττὸν αὐτῷ τὸ ἔγκλημα παρ' ἡμῶν ἐπάγεται. πρῶτον μὲν, ὅτι τροπὴν ὑπέμεινε τὴν εἰς ὅπερ οὐκ ἦν, εἶτα πρὸς τούτῳ καὶ ἁμαρτίας αὐτό φαμεν γενέσθαι δεκτικόν. οὐκοῦν ἐψυχώθη μὲν τὸ ζῷον ἀῤῥήτῳ δυνάμει Θεοῦ, καὶ ἐν ὁμοιώσει τῇ πρὸς αὐτὸν γέγονε, καθ' ὃ πέφυκεν εἶναι καὶ ἀγαθὸν καὶ δίκαιον καὶ ἀρετῆς ἁπάσης δεκτικόν· ἡγιάσθη