Ancient Greek · ~6 min
Page 556
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 556
Not analysed yet
καὶ εἰς τοῦτο παρήχθη παρὰ Θεοῦ, τὴν αὐτοῦ φοροῦσα μόρφωσιν καὶ τῆς ἀγαθότητος εἰκόνα. καὶ γὰρ ἦν ἅγιος ὁ πρῶτος τῆς ἀνθρώπου ζωῆς χρόνος· παρεισβαλούσης δὲ τῆς ἁμαρτίας, οἱ τῆς πρὸς Θεὸν ὁμοιώσεως χαρακτῆρες οὐκ ἔτι λαμπροὶ μεμενήκασιν ἐν ἡμῖν. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἁγία πάλιν ἡ ἀνθρώπου γέγονεν φύσις, ἀναμορφουμένη πρὸς αὐτὸν δι' ἁγιασμοῦ καὶ δικαιοσύνης. οὕτω που φησὶν ὁ πάνσοφος Παῦλος ὅτι "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν "Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφού"μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος. "ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν." οὐκοῦν ἀνανέωσις καὶ οἷον ἀναπλασμὸς τῇ ἀνθρώπου φύσει γέγονεν ἐν Χριστῷ, καταῤῥυθμιζομένης ἡμῶν τῆς σαρκὸς εἰς ἁγίαν ζωὴν ἐν Πνεύματι. εἰ δὲ ἔφη που τὸ ἱερὸν γράμμα, ὅτι πεποίηκεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα ἑαυτοῦ, σεσίγηκε δὲ τό Καθ' ὁμοίωσιν, ἐννοῆσαι χρὴ ὅτι ἠρκέσθη τό Κατ' εἰκόνα εἰπεῖν, ὡς οὐδὲν ἕτερον δηλοῦντος τοῦ καθ' ὁμοίωσιν. περιττὸν γὰρ τὸ λέγειν ὅτι τοῦτο ἡμῖν τετήρηται εἰς αἰῶνα τὸν μέλλοντα. Θεοῦ γὰρ εἰπόντος ὅτι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, τίς ὁ φάναι τολμῶν ὅτι γέγονε μὲν κατ' εἰκόνα, οὐ μὴν ἔτι καθ' ὁμοίωσιν; ὅμοιοι δὲ ἐσόμεθα τῷ Χριστῷ κατά γε τὴν ἀφθαρσίαν, καὶ τὸ ἐπέκεινα γενέσθαι θανάτου, καὶ μὴν καὶ κατὰ τὴν δόξαν ἣν ἂν ἡμῖν αὐτὸς χαρίσαιτο. γράφει γὰρ πάλιν ὁ ἀπόστολος Παῦλος ποτὲ μὲν