Ancient Greek · ~6 min
Page 557
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 557
Not analysed yet
ὅτι "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ "Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ "ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ," ποτὲ δὲ πάλιν "Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ"σεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς "δόξης αὐτοῦ." ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω τοῦ εἶναι καθ' ὁμοίωσιν αὐτοῦ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ἡμῖν μορφοῦται διὰ τοῦ Ἁγίου Πνεύματος. γράφει γὰρ πάλιν Γαλάταις ὁ Παῦλος "Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ "Χριστὸς ἐν ὑμῖν." ὅταν γὰρ ἑαυτοὺς πιστοὺς καὶ ἁγίους τηρήσωμεν, τότε ἐν ἡμῖν ὁρᾶται μορφούμενος, καὶ ταῖς ἡμετέραις διανοίαις τοὺς ἑαυτοῦ χαρακτῆρας νοητῶς ἐναστράπτων. Ὅτι οὐκ ἐσμὲν, φησὶν, εἰκὼν Θεοῦ, ἀλλ' εἰκὼν εἰκόνος. ὁ μὲν γὰρ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, εἰκὼν αὐτοῦ ἐστιν· ὁ δὲ ἄνθρωπος οὐ τοῦ ἀρχετύπου εἰκὼν, ἀλλὰ τῆς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ, ὡς εἶναι ἡμᾶς εἰκόνα εἰκόνος. οὐ γὰρ εἴρηται, φησὶν, ὅτι εἰκόνα ἑαυτοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ κατ' εἰκόνα, ἵνα ᾖ ὁ ἄνθρωπος κατ' εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, εἰκὼν τοῦ Υἱοῦ, ὅπερ ἐστὶν εἰκὼν εἰκόνος. ΕΠΙΛΥΣΙΣ. Εἰδοὺς μὲν ἐπέκεινα παντὸς καὶ φαντασίας σωματικῆς ἡ θεία τε ἐστὶ καὶ ὁμοούσιος Τριάς. πιστεύειν δὲ χρὴ, ὅτι ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστὶ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ τὸν Υἱὸν ἑωρακὼς ἑώρακε τὸν Πατέρα· ὁρᾶται δὲ καὶ ὁ Υἱὸς