Ancient Greek · ~5 min
Page 559
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 559
Not analysed yet
Ὅτι ἐν τῇ μελλούσῃ καταστάσει τὸ λογιστικὸν ἔχουσα ψυχὴ, καὶ διὰ τοῦτο γνώσεως οὐκ ἀμοιροῦσα, προκόπτει· οἱ δ' ἕτεροι εἰ προκοπὴν ἕξει φασὶν ἡ ψυχὴ, πάντως ὅτι καὶ μείωσιν καὶ πάθος καὶ φθοράν· ἐκ τούτου καὶ θάνατον, καὶ ἀναβίωσιν αὖθις. ΕΠΙΛΥΣΙΣ. Οἱ ταῦτα διενθυμούμενοι, ἀγνοεῖν ἐοίκασι τὴν δοθησομένην χάριν τῇ τοῦ ἀνθρώπου φύσει μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν. εἰ γὰρ δεῖ "τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν "ἀφθαρσίαν," καὶ ἀποδύσασθαι τὴν φθορὰν, συναποβαλοῦμεν δηλονότι τῇ φθορᾷ καὶ τὰ ἐξ αὐτῆς πάθη· ταῦτα δέ ἐστιν ἐπιθυμία πᾶσα σαρκική· καὶ μεταστησόμεθα λοιπὸν εἰς ἁγίαν καὶ πνευματικὴν ζωὴν, νέμοντος ἡμῖν τὸ ἀραρὸς ἐν τούτοις τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. εἰ γὰρ νῦν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες ἁγίως πολιτευόμεθα, τίνες ἐσόμεθα λαβόντες τὸ πλῆρες; ὅπου δὲ πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποδυσάμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ Πνεύματος· κλόνος δὲ ὁ καταβιβάζων ἡμᾶς εἰς φαυλότητα οὐδεὶς ἔσται τὸ τηνικάδε, συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυτοῦ θέλημα τοῦ Δημιουργοῦ διὰ τοῦ Ἁγίου Πνεύματος, καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. τοιοῦτόν τι Χριστὸς ἀπεφήνατο εἰπών "Ἐν τῇ ἀναστάσει οὔτε