Ancient Greek
Page 558
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 558
Not analysed yet
ἐν τῷ ὁμοουσίῳ Πνεύματι. γέγραπται γὰρ ὅτι "Ὁ δὲ "κύριος τὸ πνεῦμά ἐστιν." ἔνθα δὲ ὅλως οὐσίας ταυτότης, ἐκεῖ που πάντως εἴη ἂν τὸ παραλλάττον οὐδέν. ἀλλ' ὅπερ ἂν εἶναι νοῇς τὸν Πατέρα, τοῦτό ἐστι καὶ ὁ Υἱὸς, δίχα μόνου τοῦ εἶναι πατήρ· καὶ ὅπερ ἂν ὑπολάβῃς εἶναι τὸν Υἱὸν, τοῦτό ἐστι καὶ τὸ Πνεῦμα, δίχα μόνου τοῦ εἶναι υἱός. ὑφέστηκε μὲν γὰρ τῶν ὠνομασμένων ἕκαστον ἰδιοσυστάτως, καὶ ἔστιν ἀληθῶς ὅπερ εἶναι λέγεται· ἡ δὲ εἰς πᾶν ὁτιοῦν ὁμοιότης τῆς ἁγίας Τριάδος ἀπαραλλάκτως ἔχει. οὐκοῦν κἂν εἰ γέγονε κατ' εἰκόνα τοῦ Υἱοῦ ὁ ἄνθρωπος, καὶ οὕτως ἐστὶ κατ' εἰκόνα Θεοῦ. ὅλης γὰρ αὐτῷ τῆς ὁμοουσίου Τριάδος οἱ χαρακτῆρες ἐλλάμπουσιν, ἅτε δὴ καὶ μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. γράφει γοῦν ὁ θεσπέσιος Μωυσῆς "Καὶ εἶπεν ὁ Θεός Ποιήσωμεν "ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." τὸ δέ Ἡμετέραν, οὐχ ἑνὸς δήλωσιν ἔχει προσώπου, διά τοι τὸ ἐν τρισὶν ὑποστάσεσιν εἶναι τὸ τῆς θείας καὶ ἀῤῥήτου φύσεως πλήρωμα. περιττὸν οὖν ἄρα τὸ περιεργάζεσθαι καὶ ἰσχνοεπεῖν καὶ λέγειν, ὅτι οὐ τοῦ Θεοῦ μᾶλλόν ἐσμεν εἰκόνες, οὐδὲ τοῦ ἀρχετύπου, ἀλλὰ τῆς τοῦ Θεοῦ εἰκόνος· ἀρκεῖ δὲ τὸ πιστεύειν μετὰ ἁπλότητος, ὅτι κατὰ θείαν εἰκόνα γεγόναμεν, τὴν πρὸς Θεὸν λαβόντες μόρφωσιν φυσικῶς. εἰ δὲ χρή τι καὶ οὐκ ἀπιθάνως εἰπεῖν, ἀναγκαῖον ἦν ἡμᾶς μέλλοντας υἱοὺς ὀνομάζεσθαι Θεοῦ, κατ' εἰκόνα τοῦ Υἱοῦ γενέσθαι μᾶλλον, ἵν' ἡμῖν ἐμπρέπῃ καὶ ὁ τῆς υἱότητος χαρακτήρ.