Ancient Greek · ~6 min
Page 561
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 561
Not analysed yet
βαλὼν τῷ θανάτῳ, τῇ ἰδίᾳ σαρκὶ καταργήσας αὐτὸν, καὶ λέλυται τῆς ἀρχαίας ἀρᾶς ἡ δύναμις ἐν αὐτῷ. διὰ τοῦτό φησιν ὁ πάνσοφος Παῦλος, ὅτι ὥσπερ "δι' ἀνθρώπου ὁ "θάνατος, οὕτω καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν," καὶ πάλιν "Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω "καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." οὐκοῦν ἡ καθόλου καὶ γενικωτάτη δίκη διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως ἡ φθορὰ καὶ ὁ θάνατός ἐστιν· ὁμοίως ἡ κατὰ πάντων καὶ γενικωτάτη λύτρωσις ἐν Χριστῷ τετέλεσται. ἀπεδύσατο γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ τὸν ἐπιῤῥιφέντα αὐτῇ θάνατον, διὰ τοῦ γενέσθαι φθαρτὸν τὸν πρῶτον ἄνθρωπον. ὁ δὲ ἑκάστου ἡμῶν πατὴρ, κἂν ἁγιασθῇ διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ κομίσηται τῶν πλημμελημάτων τὴν ἄφεσιν, οὐ παραπέμψει καὶ εἰς ἡμᾶς τὸ δῶρον. εἷς γάρ ἐστιν ὁ πάντας ἁγιάζων καὶ δικαιῶν καὶ ἀνακομίζων εἰς ἀφθαρσίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ εἰς πάντας ἐν ἴσῳ δι' αὐτοῦ καὶ παρ' αὐτοῦ τὸ δῶρον ἔρχεται. ἕτερον δέ ἐστιν ἁμαρτίας ἄφεσις, καὶ ἕτερον θανάτου λύσις. καὶ ἕκαστος μὲν τῶν ἰδίων πλημμελημάτων κερδαίνει τὴν ἄφεσιν ἐν Χριστῷ διὰ τοῦ Ἁγίου Πνεύματος· κοινῇ δὲ ἅπαντες ἀπαλλαττόμεθα τῆς ἐν ἀρχαῖς ἐπενεχθείσης ἡμῖν δίκης, τῆς τοῦ θανάτου φημὶ δραμούσης εἰς ἅπαντας, καθ' ὁμοιότητα τοῦ πρώτου πεσόντος εἰς θάνατον. διὰ τοῦτο γὰρ καὶ ὁ πάνσοφος Παῦλός φησιν, ὅτι "ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι "Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώ"ματι τῆς παραβάσεως Ἀδάμ·" μέχρι γὰρ νόμου κεκράτηκεν