Ancient Greek · ~5 min
Page 562
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 562
Not analysed yet
ἡ τοῦ θανάτου δίκη. Χριστοῦ δὲ λοιπὸν ἀναλάμψαντος, εἰσβέβηκεν ἡ δικαιοσύνη, δικαιοῦσα χάριτι, καὶ ἀποσοβοῦσα τῶν ἡμετέρων σωμάτων τὴν φθοράν. Εἰ γέγονεν ἡ ἀνάστασις ἤδη, ἣν εἶδεν Ἱεζεκιὴλ ὁ προφήτης· ἡνίκα προσῆλθεν ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ σὰρξ καὶ δέρμα καὶ τρίχες καὶ πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ. ΕΠΙΛΥΣΙΣ. Τὰ μεγάλα τῶν πραγμάτων καὶ διὰ τὴν τοῦ περὶ αὐτὰ θαύματος ὑπερβολὴν ἐν ὑποψίαις ὄντα τοῦ καὶ ἀπιστηθῆναι πρὸς τινῶν, οὐ διὰ μόνης ἀπαγγελίας ἐδιδάσκοντο κατὰ καιροὺς οἱ προφῆται, τοῦ Ἁγίου Πνεύματος ἐναστράπτοντος αὐτοῖς τὴν ἑκάστου γνῶσιν· ἀλλὰ γὰρ καὶ αὐτοῖς ἑώρων πράγμασιν, ἵνα πρὸ τῶν ἄλλων αὐτοὶ πιστεύσαντες, διαθεῖεν οὕτως καὶ τοῖς ἑτέροις. ἐπαγγειλάμενος τοίνυν ὁ τῶν ὅλων Θεὸς καὶ τοὺς ἤδη τεθνεῶτας ἐπὶ τῆς Βαβυλωνίων ἀνακομίζειν εἰς Ἱερουσαλὴμ, οὐχὶ δήπου πάντως τὴν ἐπὶ γῆς, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς νοουμένην ἔδειξεν ἐναργῶς τῷ προφήτῃ τὴν ἀνάστασιν, καὶ τίνα τρόπον ἔσται κατὰ καιρούς· ἣν ἤδη καὶ ὁ θεσπέσιος Δαυεὶδ προανεφώνει λέγων περὶ ἡμῶν, ἤτοι περὶ ἀνθρώπου παντός "Ἀποστρέ"ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν