Ancient Greek · ~5 min
Page 564
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 564
Not analysed yet
ΕΠΙΛΥΣΙΣ. Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡ θεία πανταχοῦ λέγει γραφή. ἀνάστασις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν "Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ "ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ"ρανοῦ. σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθή"σονται ἄφθαρτοι." οὔπω τοίνυν ἐξ οὐρανοῦ καταβεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις. εἶτα πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχηματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ' ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις ἐσχάτην νοσοῦντα πτωχείαν καὶ ἀῤῥωστίαν, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα καὶ αὐτὸν εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ πάντων Σωτῆρος Χριστοῦ, οὔτε ἀνάστασις γέγονεν, οὔτε πράξεως ἀντίδοσις ἠκολούθησέ τισιν, ἀλλ' ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγραπται πλούσιος καὶ τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν' εἰδεῖεν οἱ τὸν ἐπὶ