Ancient Greek
Page 565
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 565
Not analysed yet
γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ. Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ γενέσθαι ποτὲ, κατὰ τό "Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα." οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον, εἰ τὴν πόρνην δύναται παρθένον ἐκ κοιλίας μητρὸς ποιῆσαι, ἵνα μὴ πόρνη ᾖ ἡ πορνεύσασα, ὅτι "τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ "παρὰ τῷ Θεῷ." ΕΠΙΛΥΣΙΣ. Ζητεῖσθαι χρὴ παρ' ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν, εἰ μεγάλη καὶ ἀξιάγαστος, ὅτε τὸ δρώμενόν ἐστιν οὐκ ἀπεοικὸς τῇ θείᾳ δόξῃ. οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων ἐργάτην αὐτὸν ὁρᾶσθαι προσήκει. ἐννοῶμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι ἁμαρτίας δεκτικὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι μὴ εἶναι ἀγαθὸν ἢ ζωὴν ἢ δίκαιον. δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. διὰ τί δὲ ὁ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; ὅτι οὐ δύναται τὸ