Ancient Greek · ~2 min
Page 566
Cyrillus Theol., Solutiones (e tractatu de dogmatum solutione) 566
Not analysed yet
ψεῦδος ἀλήθειαν ποιῆσαι. καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις, οὐκ ἀνεχομένης τι παθεῖν ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς, ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε. Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ τὸ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχήν· ταῦτα οὐδὲ ἐγγράφως ἐχρῆν γενέσθαι, ὑπὲρ δὲ τοῦ τὴν σὴν εὐλάβειαν καθ' ἑαυτὴν ἐντυχοῦσαν εὖ ἔχουσας τὰς ἑαυτῆς ἐννοίας, ᾔδειν τὰ ἐφ' ἑκάστῳ τῶν κεφαλαίων ὡς ἔνι σαφηνίσαι προεθυμήθην.