Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.129
Not analysed yet
ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Οὐκ ἂν εἴη τέλειος, φησὶ, μὴ πάντως ἀπό τινος ἐκτρέχων ἀρχῆς. Εἰ τοίνυν κατέπαυσεν ὁ Πατὴρ γεννῶν τὸν Υἱὸν, τὸ δὲ καταπαῦσαι τέλος ἐστὶν, ἀρχὴν ἄρα ἔχει τοῦ εἶναι. Πῶς οὖν ὁ τοιοῦτος ὁμοούσιος ἔσται τῷ ἐκ μηδεμιᾶς ἀρχῆς ὄντι Πατρί; Πρὸς τοῦτο λύσις. Εἰ κατέπαυσεν ὁ Πατὴρ, καθ' ὑμᾶς, ὦ χριστομάχοι, γεννῶν τὸν Υἱὸν, καὶ ἀπό τινος ἀρχῆς ἤρξατο (τοῦτο γὰρ ὑμῶν ἡ πρότασις ἔχει), προσγέγονεν ἄρα τῷ Πατρί. Τὸ δὲ προσγεγονὸς καὶ ἀρχὴν ἔχον τοῦ εἶναι, πρόσφατον ἂν εἴη πάντως καὶ ἀναγκαίως. Πῶς δὴ οὖν ἄρα θήσετε τὸν Υἱὸν Θεὸν εἶναι παρὰ τῆς θείας Γραφῆς οὐ συγχωρούμενον, ἂν οὕτως ἔχῃ, καθάπερ ὑμεῖς φατε; «Οὐκ ἔσται γὰρ ἐν σοὶ Θεὸς, φησὶ, πρόσφατος.» Ἀλλ' οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ' ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συναΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει. ΑΛΛΟ. Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ' ἡμῶν μὲν τέθειται· «Κύριον τὸν Θεόν σου προσκυνήσεις,» ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυνεῖν τὸν Υἱὸν, κατὰ τὸ, «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ,» Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ' ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας λόγον, ἑτεροῖος μὲν ἂν εἴη Θεὸς ὁ Υἱὸς, ἑτεροῖος δὲ ὁ Πατὴρ, καὶ δύο κατὰ τοῦτο Θεοὺς ἀνάγκη λέγειν· ὅπερ ἐστὶν ἀσεβὲς, καὶ οὐδὲ μέχρι μόνον ἀκοῆς παραδεκτόν. Ἀλλ' ἔστι μία θεότης, καὶ οὕτω κηρύττουσιν αἱ θεῖαι Γραφαί· ὁμοούσιος ἄρα τῷ Πατρὶ ὁ Υἱός. Οὕτω γὰρ τὸ ἓν Θεότητι σωθήσεται. ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ καὶ κατέπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίωσίς τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὃ γὰρ οὐκ ἦν πρὶν γεννήσῃ, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλλοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾷν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ' ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητὴς Υἱός. Ἐπειδὴ δὲ συναΐδιος, διὰ τοῦτο καὶ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν ὁ Πατὴρ τὸν Υἱὸν, προσγέ-