Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.132
Not analysed yet
γονεν ἄρα τῇ οὐσίᾳ αὐτοῦ τοῦτο, καὶ ὅπερ οὐκ εἶχεν ἐν ἀρχῇ, προσέλαβεν ὕστερον. Τὸ δὲ προσθήκην ἐπιδεχόμενόν τινα, ἀτελὲς ἂν εἴη, καὶ οὐ τέλειον. Ἀλλὰ τοῦτο ἄτοπον· τελεία γὰρ ἡ τοῦ Πατρὸς οὐσία. Οὐκ ἄρα προσγέγονεν αὐτῇ τὸ γεννᾷν, ἀλλ' ἦν ἐν αὐτῇ τοῦτο οὐκ ἀρξάμενον. Εἰ δὲ οὐκ ἤρξατο γεννᾷν, συναΐδιος ἄρα ἐστὶ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱός. Καὶ ὥσπερ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως ἐπεὶ μὴ ἔσχεν ἀρχὴν τὴν ἐν χρόνῳ, ἔσται πάντως ὁμοούσιος. ΑΛΛΟ, διηγηματικῶς. Ὥσπερ οἱ τῇ ἀληθείᾳ μαχόμενοι, ἀρχὴν καὶ τέλος τῇ τοῦ Υἱοῦ γεννήσει περιτιθέντες, ἐκβάλλουσιν αὐτὸν τῆς ὁμοιότητος τῆς πρὸς τὸν Γεγεννηκότα· οὕτω καὶ ἡμεῖς οὔτε ἀρχὴν, οὔτε τέλος περὶ τὴν τοῦ Υἱοῦ γέννησιν παραδεχόμενοι, εἰσφέρομεν αὐτὸν εἰς ἀπαράλλακτον ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Τὸ δὲ ὅμοιον κατὰ πάντα, καὶ ὁμοούσιον. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Πρότασις ὡς ἐκ τῶν Ἀετίου. Καὶ πῶς ἂν δύναιτο, φησὶ, ταυτότης οὐσίας ἐπί τε Πατρὸς καὶ Υἱοῦ σώζεσθαι, εἴ γε ὁ μὲν Πατὴρ ἀγέννητός ἐστι, γεννητὸς δὲ ὁ Υἱός; Ἀνάγκη γὰρ πᾶσα λέγειν ἐν οὐδενὶ παραλλάττειν τὸ ἀγέννητον πρὸς τὸ γεννητόν. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει καὶ τὸν Πατέρα γεννητὸν εἶναι λέγειν καὶ τὸν Υἱὸν ἀγέννητον, καὶ συγκέχυται τὸ πᾶν. Πρὸς ταῦτα λύσις. Ὁ ταῦτα προτείνων ἀμαθῶς, ἀντακούσεται παρ' ἡμῶν· Καὶ πῶς ἂν δύναιτο ταυτότης οὐσίας μὴ σώζεσθαι ἐπί τε Πατρὸς καὶ Υἱοῦ, εἴ γε τοῦ Πατρὸς εἰκών ἐστιν ὁ Υἱὸς, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Πατέρα; Εὔδηλον γὰρ δή πουθέν ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ φύσει τὴν ἑτέραν ὄψεται· οὐδ' ἄν τις ἔχοι λέγειν ἵππον ἑωρακὼς, ὅτι δή τινα τῶν ἀνθρώπων τεθέαται. Ἐν γὰρ τοῖς ὁμοφυέσιν ἡ τῶν ὁμοίων ἀπόδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστηκόσι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. Εἰ τοίνυν ζητοῦντι τῷ Φιλίππῳ τὸν Πατέρα ἰδεῖν, ἑαυτὸν ἐπιδεικνύει Χριστὸς, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» ἀνάγκη πᾶσα τῆς αὐτῆς οὐσίας εἶναι λέγειν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς ἀπαράλλακτον εἰκόνα καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ. ΑΛΛΟ. Ὁμοούσιον ἑαυτὸν ὄντα τῷ Πατρὶ διδάσκων ὁ Κύριος ὁρᾶται πανταχοῦ, καίτοι γεννητὸς ὑπάρχων· ἐπεὶ πῶς ἑαυτὸν Υἱὸν εἶναί φησι; Πρὸς ταῦτα τὴν ἀπὸ τῶν οἰκείων λογισμῶν ἀσθένειαν ἀντεπάγοντες οἱ χριστομάχοι, μὴ δύνασθαί φασιν, ἐπειδὴ γεννητός ἐστι, τῆς αὐτῆς οὐσίας εἶναι τῷ ἀγεννήτῳ Πατρί, Ἐκεῖνα τοιγαροῦν περὶ ἑαυτοῦ φάσκοντος τοῦ Χριστοῦ, ταῦτα δὲ τῶν χριστομάχων, τίς εἰς τοῦτο μωρίας ἐκβήσεται, ὡς οἴεσθαι δεῖν ἀνθρώπῳ μᾶλλον ἢ