Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.133
Not analysed yet
Θεῷ πιστεύειν, καὶ μὴ τὴν καλὴν ἐκείνην τῶν ἀποστόλων φθέγγεσθαι φωνὴν, λέγειν τε πρὸς τοὺς ἀνοσίους αἱρετικούς· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις;» Εἰ γὰρ ἀτονοῦσι περὶ τὴν τῆς ἀληθείας κατάληψιν, οὐκ ἀδικήσει τοῦτο προσούσης αὐτοῖς ἀβουλίας. ΑΛΛΟ. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ αὐτοὶ πάντως ὁμολογεῖτε· οὐ γὰρ ὡς ἓν τῶν ποιημάτων ἔξω τῆς οὐσίας τοῦ τεκόντος κείσεται. Καὶ πῶς οὐκ ἔσται τῷ τεκόντι πάντως ὁμοούσιος, εἴ γε ὄντως ἐστὶ γέννημα, καρπὸς ὥσπερ τις φυσικὸς τοῦ γεννήσαντος ὑπάρχων; Εἰ μὲν οὖν τοῦτον ἔχειν δώσετε τὸν τρόπον, ἔσται πάντως καὶ ὁμοούσιος· εἰ δὲ μέχρι διακόνου φωνῆς καὶ προσηγορίας ψιλῆς γέννημα καλεῖται, λεγέσθω ποίημα παρ' ὑμῶν, ἵνα δὴ καὶ σαφέστερον δυσφημοῦντες φαίνησθε. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Ἀετίου. Εἰ ἀμέριστός ἐστι, φησὶ, τὴν οὐσίαν ὁ Θεὸς, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ' ὑπέστη κατ' ἐξουσίαν. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας ἡ ὑποστᾶσα φύσις πρὸς τὴν ὑποστήσασαν αὐτόν; Πρὸς ταῦτα λύσις. Τὸ μέγα τοῦτο καὶ βαθὺ, καθάπερ οἴονται, σόφισμα, τὸ μὴ μερίζεσθαι τοῦ Θεοῦ τὴν οὐσίαν, τῆς αὐτῆς οὐσίας εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, πῶς οὐκ ἐπιτρέψει παρὰ τοῖς ὀρθῶς δοκιμάζειν εἰωθόσι τὰ πράγματα; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ καὶ φιλαίτιοι. Οὐ γὰρ ἐπειδήπερ ἀμέριστός ἐστι τὴν οὐσίαν ὁ Θεὸς, διὰ τοῦτο καὶ τῆς γεννητικῆς δυνάμεως ἔρημος ἔσται, καθ' ὑμᾶς. Καὶ οὐκ ἀπόδειξιν ἔχει τοῦ μὴ δύνασθαι γεννᾷν αὐτὸν, τὸ ἀμέριστον εἶναι κατὰ τὴν οὐσίαν. Εἰ δὲ τιμᾷν οἴονται τὸν Θεὸν, σώζοντες μὲν αὐτῷ τὸ μερίζεσθαι μηδαμῶς, ἀποστεροῦντες δὲ τοῦ δύνασθαι γεννᾷν, ὡς διὰ τοῦτο κατ' ἐξουσίαν ὑποστῆσαι τὸν Υἱὸν, ἀκουέτωσαν ὅτι πολὺ μεῖζον καὶ κάλλιον τῆς κατ' ἐξουσίαν λαμπρότητος τῆς φυσικῆς ἐνεργείας ἡ χάρις. Ἀξιολογώτερον γὰρ τὸ ἀμερίστως οἴεσθαι τὸν Θεὸν γεννᾷν ἐξ αὐτοῦ ἀῤῥήτῳ τινὶ καὶ ἀκαταλήπτῳ τρόπῳ, ἢ διὰ τὸ μὴ μερίζεσθαι, καθ' ὑμᾶς, μηδὲ γεννᾷν ἰσχύειν. ΑΛΛΟ. Εἰ κατ' ἐξουσίαν, ὥς φατε, τὸν Υἱὸν ὑπέστησεν ὁ Πατήρ, περιττῶς καλεῖται καὶ Υἱός. Τὸ γὰρ οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθὸν, πῶς ἂν λέγοιτο καὶ ὁ Υἱός; Τὸ δὲ ἔκ τινος κατὰ φύσιν προελθὸν, ἐπαληθεύουσαν ἔχει καὶ τὴν τοῦ γεννήματος ἐπωνυμίαν. Ἐγεννήθη τοιγαροῦν ὁ Υἱὸς, ὁμοούσιος ἄρα τῷ Πατρί. Καὶ μία γὰρ τοῖς γεννωμένοις πρὸς τὰ γεννῶντα φύσις. ΑΛΛΟ. Εἰ καθάπερ ὑμεῖς οἴεσθε πλανῶντές τε καὶ πλα-