Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.136
Not analysed yet
νώμενοι, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προῆλθεν ὁ Υἱὸς, ὑπέστη δὲ ἐξουσιαστικῶς, καὶ ἔστιν αὐτὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, οὔτε σοφὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὔτε μὴν δυνατός. Εἰ δὲ, κατὰ τὴν ἀμαθεστάτην ὑμῶν πρότασιν, ἔξωθεν ὑπέστησε τὸν Υἱὸν, ὅς ἐστιν αὐτοῦ σοφία καὶ δύναμις, ἀλλ' ἔστι κατὰ φύσιν σοφός τε καὶ δυνατὸς, ἀνάγκη πᾶσα καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι λέγειν, εἰ δὲ τοῦτο, καὶ ὁμοούσιος. ΑΛΛΟ. Ἀναγκαῖον ἐρέσθαι τοὺς ὅσοι τὸν Υἱὸν κατ' ἐξουσίαν ὑποστῆναι τὴν τοῦ Πατρὸς, καὶ οὐκ ἐξ αὐτοῦ γεγεννῆσθαί φασι, τί τὸ πεπεικὸς τὸν Πατέρα τὸν Υἱὸν ὑποστῆσαι κατὰ τὸν ὑμῶν ἀμαθῆ λόγον. Ἀναγκαίως ἄρα τοῦτο πεποίηκεν, ἢ χαρίσασθαι τῷ Υἱῷ βουληθεὶς, ὅτι δὴ καὶ αὐτὸν εἰς ὑπόστασιν ἄγοι καθάπερ καὶ ἡμᾶς. Εἰ μὲν οὖν ἀναγκαίως ἀνάγκῃ δώσετε τὸν Θεὸν ὑποκεῖσθαι, εἰ δὲ μὴ τοῦτο, χαρίσασθαι δὲ βουληθέντα τῷ Υἱῷ, ἑαυτῷ χαρισάμενος φανεῖται τὸ εἶναι δημιουργὸς καὶ δυνατὸς καὶ σοφὸς, εἴ γε ἐν Υἱῷ ταῦτά ἐστι. «Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, φησὶν ἡ Γραφὴ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Καὶ πάλιν, «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Ἀλλὰ μὴν οὐχ ἑαυτῷ ταῦτα χαρίζεσθαί φαμεν τὸν Θεὸν καὶ Πατέρα, ἀλλ' εἶναι φυσικῶς σοφόν τε καὶ δυνατόν. Οὐκ ἐξουσιαστικῶς ἄρα τὸν Υἱὸν ὑπέστησε, καθ' ὑμᾶς, ἀλλὰ τῆς οἰκείας φύσεως ἔχει καρπόν· ἐπειδὴ δὲ τοῦτο, καὶ ὁμοούσιος. Τὸ γὰρ ἐκ Θεοῦ προελθὸν κατὰ φύσιν, οὐκ ἀλλότριον αὐτοῦ. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιος ὁ Υἱός. Εἰ δι' ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοούσιος ἡμῶν ὅτι ἐξ ἡμῶν, ἔστι δὲ μορφὴ Θεοῦ ὁ Υἱὸς, ὁμοούσιος ἄρα ἐκείνῳ, οὗ καὶ ἔστι μορφή; ΑΛΛΟ. Εἰ τῷ καθ' ἡμᾶς φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ ἐστιν ὁμοούσιον, ὁ δὲ Υἱὸς τοῦ ἀϊδίου φωτός ἐστιν ἀπαύγασμα, ὁμοούσιος ἄρα καὶ αὐτὸς τῷ φωτὶ, οὗ καὶ ἔστιν ἀπαύγασμα, τῶν ὑποδειγμάτων κατά τι μέρος τῆς οἰκείας φύσεως εἰς τὸ ὅμοιον παραγομένων. ΑΛΛΟ. Εἰ τὸ ἴσον ἐν νοητοῖς οὐ ποσότητι μετρητὸν, τὸ δ' οὕτως ἴσον, καὶ ὁμότιμον ἐξ ἀνάγκης καὶ ὁμοούσιον, ἔστι δὲ ἴσος καὶ ὁμότιμος τῷ Πατρὶ ὁ Υἱὸς, κατὰ τὰ θεῖα Λόγια, ἐξ ἀνάγκης ἔσται καὶ ὁμοούσιος· τοῦ ἴσου κατὰ τὸ ποσὸν ἐν ἀσωμάτῳ φύσει μὴ θεωρουμένου, ἀλλὰ μᾶλλον ἐν οὐσίας ταυτότητι. ΑΛΛΟ. Εἰ τὰ κατ' ἀλήθειαν, ἀλλ' οὐ θέσει, γεννώμενα, ὁμοούσια τῶν κατ' ἀλήθειαν γεννώντων ὡμολόγηται, ἔστι δὲ τῶν κατ' ἀλήθειαν γεννηθέντων ὁ Υἱὸς ἤπερ