Ancient Greek · ~8 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.137
Not analysed yet
τῶν κατὰ θέσιν, ὁμοούσιος ἄρα τῷ κατ' ἀλήθειαν αὐτὸν, ἀλλ' οὐ θέσει, γεγεννηκότι Θεῷ. ΑΛΛΟ. Εἰ τὸ οὐσιωδῶς γεννώμενον κληρονομεῖ τὴν τοῦ γεγεννηκότος οὐσίαν, ἔχον ταύτην ἐν ἑαυτῷ, ἔχει δὲ πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα γεγέννηται. ΑΛΛΟ. Εἰ μηδὲν τῶν μετὰ τὸν Υἱὸν ἐκ μὴ ὄντων οὐσίας ὑφίστησιν, ὑφίστησι δὲ ὁ Υἱὸς, οὐκ ἄρα τῶν μετ' αὐτὸν ἔσται συγγενὴς, ἀλλὰ τῷ ἐκ μὴ ὄντων ὑφιστῶντι ὁμοούσιος. Τὰ γὰρ τῆς αὐτῆς ἐνεργείας ὄντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται. ΑΛΛΟ. Εἰ τὰ τῆς αὐτῆς ἐνεργείας ἀπαραλλάκτως ὑπάρχοντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται, ἔστι δὲ τῆς αὐτῆς τῷ Πατρὶ ἐνεργείας ὁ Υἱὸς, πάντα ὅσα ποιεῖ καὶ αὐτὸς ὁμοίως ποιῶν, ὁμολογουμένως ἔσται καὶ τῆς αὐτῆς οὐσίας, διὰ τὸ καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. ΑΛΛΟ. Εἰ φύσει Θεός ἐστιν ὁ Πατὴρ, ἀλλ' οὐ μετοχῇ, ἔστι δὲ φύσει Θεὸς καὶ ὁ Υἱός. Εἴπερ τῶν κατὰ μετοχὴν ὑπερέχει, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ' οὐ τοῖς κατὰ μετοχήν. ΑΛΛΟ. Εἰ μετοχῇ, ἀλλ' οὐ φύσει, Θεὸς ὁ Υἱὸς, πολλοὶ δὲ οἱ κατὰ μετοχὴν θεοὶ, οὐδὲν ἄρα πλεονάζει τῶν πολλῶν εἰς ὑπεροχὴν οὐσίας. Εἰ δὲ μὴ ἔσται μετοχῇ, ὅτι τῶν κατὰ μετοχὴν αὐτός ἐστι ποιητὴς, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ' οὐ τοῖς κατὰ μετοχήν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία λογικὴ, οὐ μόνῳ τῷ θέλειν, ἀλλὰ καὶ τῷ ἐνεργεῖν καὶ πάσχειν δημιουργεῖ, μόνη δὲ ἡ ἀγέννητος οὐσία τῷ θέλειν καὶ μὴ πάσχειν, θέλων δὲ καὶ μὴ πάσχων δημιουργεῖ ὁ Υἱὸς, τῆς ἐν θελήσει μόνῃ δημιουργούσης οὐσίας ἐστὶν, ἀλλ' οὐ τῆς ἐνεργούσης κατὰ πάθος. ΑΛΛΟ. Εἰ πᾶν τὸ γεννῆσαν οὐ νόθον, ὁμοούσιον ἑαυτῷ γεγέννηκε, γεγέννηκε δὲ ὁ Θεὸς τὸν Μονογενῆ, οὐκ ὄντα νόθον, ὁμοούσιον ἄρα ἑαυτῷ γεγέννηκεν. Εἰ δὲ γεννᾷ μὲν, νόθον δὲ γεννήσας οὐ γεγέννηκε. Χεῖρον γὰρ τὸ παρὰ φύσιν τοῦ μηδόλως γεγεννῆσθαι. ΑΛΛΟ. Εἰ τὸν Μονογενῆ γεννήσας ὁ Θεὸς καὶ Πατὴρ κρειττόνως ἡμῶν γεγέννηκε, γεννῶντες δὲ ἡμεῖς προϋπάρχομεν τῶν γεγεννημένων, Θεὸς ἄρα γεννῶν οὐ προϋπάρχει. Εἰ δὲ ὡσαύτως ἡμῖν γεγέννηκεν