Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.140
Not analysed yet
(οὐκ ἂν γὰρ εἴποι τις ἡττόνως), γεννῶμεν δ' ἡμεῖς ἐκ τῆς ἑαυτῶν οὐσίας, καὶ Θεὸς ἄρα ἐκ τῆς ἐαυτοῦ γεγέννηκεν οὐσίας. Διόπερ ὁμοούσιον αὐτῷ τὸ ἐξ αὐτοῦ πάντως που καὶ ἀναγκαίως τίθεσθαι χρή. ΑΛΛΟ. Εἰ τῶν γενητῶν ὁ καθόλου κόσμος ὥσπερ τι γένος ἐστὶ, τοῦ δὲ γένους τὸ κατὰ μέρος εἶδος, ἔστι δὲ γενητὸς ὁ Υἱὸς, εἶδος ἄρα ἐστὶ τοῦ γένους, τουτέστι τοῦ κόσμου. Εἰ δὲ μὴ ἔστιν εἶδος τοῦ κόσμου, διὰ τὸ καὶ προϋπάρχειν αὐτοῦ, τῷ μὴ ἐνδέχεσθαι προϋπάρχειν τὸ εἶδος τοῦ γένους, οὐδὲ ἐκ τοῦ κόσμου ὅλως ἐστίν. Εἰ δὲ τοῦτο, τοῦ κοσμοποιοῦ, ἀλλ' οὐ τοῦ κόσμου, ἐξ ἀνάγκης ἔσται ὁμοούσιος. ΑΛΛΟ. Εἰ τῶν ὄντων τὸ μὲν ἐστὶ Θεὸς, τὸ δὲ κόσμος, ἐξ ἀνάγκης ὁ Υἱὸς ἢ κόσμου ἴδιός ἐστι κατὰ τὴν γένεσιν, ἢ Θεοῦ κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ μὴ κόσμου ἴδιος τῷ μὴ ἐνδέχεσθαι τὸ ἴδιον ὑπὸ ἰδίου δημιουργεῖσθαί ποτε, τοῦ κοσμοποιοῦ ἄρα Θεοῦ ὁμοούσιός ἐστιν. ΛΟΓΟΣ ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· «Ὁ Πατὴρ μείζων μού ἐστιν.» Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὰ τὴν αὐτὴν οὐσίαν λαχόντα, φησὶν, ὁμοφυῆ τε ὄντα οὐκ ἔχουσι καθ' ἑαυτῶν φυσικῶς τὸ μεῖζον, ἀλλ' οὔτε τὸ ἔλαττον. Οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλ' οὐδὲ ἵππος ἵππου τυχόν. Εἰ τοίνυν ἑαυτοῦ μείζονά φησιν ὁ Υἱὸς εἶναι τὸν Πατέρα, ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν εἴη μεῖζον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐκ ἄρα ὁμοούσιος αὐτῷ ἐστιν. Πρὸς τοῦτο λύσις. Ἔδει τοὺς χριστομάχους πανταχόθεν τὴν ἐν ταῖς θείαις Γραφαῖς ἀλήθειαν θηρᾶσθαι σπουδάζειν, τὰ περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάζοντας· οὐ πρὸς τὰς οἰκείας ἡδονὰς ἑαυτοῖς ἀναπλάττειν συλλογισμοὺς, καὶ πλοκὰς ἐπινοεῖν νοημάτων διεστραμμένων. Εἰ γὰρ σκανδαλίζονται λέγοντος τοῦ Υἱοῦ· «Ὁ Πατήρ μου μείζων μού ἐστιν,» ὠφελείσθωσαν ἀκούοντες περὶ αὐτοῦ· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ὃ δὴ τρανότατα καὶ Ἰωάννης φησίν· «Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Εἰ τοίνυν, κατὰ τὴν τῶν ἁγίων φωνὴν, ἐν ἰσότητι τοῦ Πατρός ἐστι, πῶς ἔσται πρὸς αὐτὸν ἑτεροούσιος; Ἐροῦμεν γὰρ αὐτοῖς καὶ ἡμεῖς ὅτι τὰ ἰσότητι πρὸς ἄλληλα φυσικῶς κείμενα ἔσται πάντως καὶ ὁμοούσια· ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ. ΑΛΛΟ. Ἐπὶ τῶν ἀσωμάτων τὸ μεῖζον καὶ τὸ ἔλαττον οὐ μεγέθει κρίνεται, σωμάτων γὰρ ἴδιον τοῦτο, ἀλλὰ