Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.141
Not analysed yet
μόναις ἐννοίαις δοκιμάζεται. Ἔστω δὲ ὑπόδειγμα τῶν λεγομένων τὸ παρὰ τῷ Παύλῳ κείμενον· «Τῷ μὲν γὰρ, φησὶ, δέδοται λόγος σοφίας παρὰ τοῦ Πνεύματος ἄλλῳ δὲ χαρίσματα ἰαμάτων,» καὶ πολλὰ πρὸς τούτοις ἕτερα θεὶς, ἐπάγει· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.» Εἶτα πάλιν φησὶν ὅτι Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα. Ἆρ' οὖν διαφέρειν ὡς πρὸς ἑαυτὸ τὸ Πνεῦμα ἐροῦσιν, ἢ οὐχ ὅμοιον ἑαυτῷ κατὰ τὴν οὐσίαν εἶναι, ἐπειδὴ μικρὸν μὲν ἐν μικροῖς, μεῖζον δὲ ἐν μείζοσι φαίνεται, τὴν τῶν δεχομένων ἕξιν πληροῦν; Ἀλλ' οἶμαι μὴ τοσοῦτον ἕξω φρενῶν γενέσθαι τινὰ, ὡς τολμῆσαι καὶ τοῦτο εἰπεῖν. Οὐκοῦν τῆς ἀσωμάτου φύσεως οὐ δεχομένης ἐφ' ἑαυτῆς δι' ἑαυτὴν τὸ μεῖζον καὶ ἔλαττον, ὅταν λέγῃ Χριστὸς ἑαυτοῦ τὸν Πατέρα μείζονα, ἔσται πάλιν τῇ ἀνθρωπότητι πρέπων ὁ λόγος, οὐ τῆς θείας οὐσίας αὐτοῦ κατηγόρημα, ὡς ἐν ἐλάττοσι κειμένης, ἢ ἐν οἷς ἐστιν ὁ Γεννήσας αὐτόν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ ῥητόν. Λέγει που Χριστός· «Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μού ἐστι.» Μαρτυρεῖ δὲ πάλιν ἡ θεία Γραφὴ περὶ αὐτοῦ ὅτι «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Πῶς οὖν ἔσται καὶ ἴσος, καὶ μείζονα ἕξει τὸν Πατέρα, ζητητέον ἀκριβῶς· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτά ἐστιν. Ἐπειδὴ δὲ δοκιμάζειν εὐσεβῶς πρόκειται τὰ ῥητὰ, οὔτε τὸ ἴσον ἐκβαλοῦμεν διὰ τὸ μεῖζον, οὔτε μὴν τὸ μεῖζον διὰ τὸ ἴσον ἀναιρήσομεν· κρατήσει δ' ἀμφότερα θεωρίας εὐσεβῶς εἰσφερομένης ἐπ' αὐτοῖς. Οὐκοῦν ἁπλῆ τις οὖσα καὶ ἀσύνθετος ἡ τῆς θεότητος φύσις, οὐκ ἂν ἐτμήθη ποτὲ ταῖς ἐπινοίαις εἰς δυάδα Πατρὸς καὶ Υἱοῦ, εἰ μή τις εὐδόκει προκεῖσθαι διαφορὰ, οὐ κατὰ τὴν οὐσίαν φημὶ, ἀλλ' ἔξωθεν ἐπινοουμένη, δι' ἧς τὸ ἑκατέρου πρόσωπον εἰσφέρεται ἐν ἰδιαζούσῃ μὲν ὑποστάσει κείμενον, εἰς ἑνότητα δὲ θεότητος διὰ ταυτότητος φυσικῆς σφιγγόμενον, ἵνα μή τις ἀνάχυσις καὶ οἱονεὶ φυρμὸς γένηται Πατρὸς καὶ Υἱοῦ, εἰς μόνην ἑνάδα τρεχούσης τῆς ὑποστάσεως, τῆς πολλῆς λίαν ὁμοιότητος οὐκ ἐώσης φαίνεσθαι δυάδα· ὡς ἐντεῦθεν ἤδη καὶ τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν ὑπονοεῖσθαι παρά τισιν εἰς δυάδα μηδαμόθεν χωριζομένους. Ἐπειδὴ δὲ ἐχρῆν εἰδέναι καὶ τὴν γεννήσασαν φύσιν καὶ τὴν γεννηθεῖσαν ἐξ αὐτῆς, τέθεικεν ἡ θεία Γραφὴ τὸ τοῦ Πατρὸς ὄνομα καὶ τὸ τοῦ Υἱοῦ, ἵνα φῶς ἐκ φωτὸς νοῆται, καὶ ἑκάτερον ἐν ἰδίᾳ ὑποστάσει σωζομένης ἐπ' ἀμφοῖν τῆς ταυτότητος πρὸς τὸν ἕτερον. Ἀκολουθοῦσα δὲ πάλιν τῇ καθ' ἡμᾶς συνηθείᾳ, τὸ μείζονα ἀποδίδωσι τῷ Πατρὶ, ἵνα πανταχόθεν ἡ δυὰς καὶ τὸ ἐξ οὗ σημαίνηται· προσμαρτυρεῖ δὲ τὸ ἴσον, ἵνα μή τις περὶ τὴν οὐσίαν ἀνομοιότης νοῆται Πατρὸς καὶ Υἱοῦ. Ἴσος τοιγαροῦν κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ καὶ ὅμοιος κατὰ πάντα, μείζονα αὐτόν φησιν ὡς ἄναρχον, ἔχων ἀρχὴν κατὰ μόνον τὸ ἐξ οὗ, εἰ καὶ σύνδρομον αὐτῷ τὴν ὕπαρξιν ἔχει.