Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.144
Not analysed yet
ΑΛΛΟ. Τὰ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν κυριωτέραν ἐπιδέχεται· τὰ δὲ μὴ οὕτως ἔχοντα, ἑτεροφυῆ δὲ ὄντα, καὶ διὰ τοῦτο τεμνόμενα πρὸς ἀλλοτριότητα, οὐκ ἂν ἀλλήλοις συγκρίνοιτο· ἀπαιδευσία γὰρ τοῦτό γε. Οὐ γὰρ ἄν τις εἴποι νοῦν ἔχων, μείζονα τοῦ ἀνθρώπου τὸν βοῦν, τὴν ἀνθρώπου φύσιν ἐρευνῶν· οὐδ' αὖ πάλιν τὴν τοῦ βοὸς ἐκμαθεῖν βούλοιτο, μείζονα τούτου τὸν ἄνθρωπον λέγοι. Τὰ γὰρ ὁμοφυῆ τε καὶ ὁμοειδῆ, καθάπερ εἴρηται, τὴν πρὸς ἄλληλα σύγκρισιν ἀκόλουθόν τε καὶ πρέπουσαν ἔχει. Εἰ τοίνυν συγκρίνεται, καθ' ὑμᾶς, ὁ Υἱὸς τῷ Πατρὶ κατὰ τὸ μεῖζον καὶ ἔλαττον, ὁμοούσιος ἄρα καὶ οὐκ ἀλλότριος αὐτοῦ ἐστιν. Ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν γένοιτο μεῖζον καὶ ἔλαττον κατὰ τὸν τῆς οὐσίας λόγον· οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου, καθὸ ἄνθρωπος. Ἴσος ἄρα τῷ Πατρὶ καὶ ὁ Υἱὸς καὶ ὁμοούσιος· οἰκονομικῶς δὲ εἰρῆσθαι πιστεύομεν ἐπὶ τοῦ Πατρὸς τὸ μεῖζον. Ὅτε γὰρ ἐνανθρωπήσας φαίνεται, τότε καὶ τοῦτό φησιν ὡς ἄνθρωπος. ΑΛΛΟ. Ὅσα τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδέχεται, ταῦτα πάντως ἐστὶ καὶ ὁμοούσια· ἄνθρωπος γὰρ ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ συγκρίνεται. Ἡ δὲ ἐν τοῖς ὁμοειδέσι διαφορὰ περὶ τὰ συμβεβηκότα ἐστί· καὶ ταῦτα, ὡς ἐπὶ πλεῖστον, ἐκ πάθους γίνεται, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας, οὐκ ἐν τῷ λόγῳ τῆς οὐσίας κείμενα, καθ' οὗπερ ἂν κατηγοροῖτό τι τῶν συμβεβηκότων. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἀνθρώπου μείζων, μεγέθει σώματος καὶ ἰσχύϊ, ψυχῆς παραστήματι, διανοίας ὀξύτητι· ἀλλ' εἷς μὲν ἅπασιν ὁ τῆς οὐσίας λόγος, καὶ οὐ μεμερισμένως ἐν ἑκάστῳ διάφορος. Τὰ δὲ συμβεβηκότα ῥίζαν ἔχει τὸ πάθος· ἐκ πάθους γὰρ ἀσθενὴς ὁ ἀσθενὴς, καὶ ὁ νωθρὸς τὴν διάνοιαν, καὶ ὁ δειλίαν ἔχων ἐν ψυχῇ. Εἰ τοίνυν μία μὲν ἡ φύσις καὶ τῆς οὐσίας ὁ λόγος ὁ αὐτὸς τοῖς τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδεχομένοις, τὰ δὲ ὅσα περὶ τὰς οὐσίας εἰσὶν ἐκ πάθους γίνεται ἢ ἐκ τοῦ μὴ παθεῖν, συγκρίνεται δὲ ὁ Υἱὸς πρὸς τὸν Πατέρα κατὰ τὸ μεῖζον καὶ ἔλαττον εἰσφερομένου τοῦ περὶ αὐτὸν λόγου, καὶ ἔστι πάθους ἐκτὸς (ἀπαθὴς γὰρ ὡς Θεὸς), κατ' οὐδένα τρόπον ὁ Πατὴρ ὑπερέξει τοῦ Υἱοῦ καὶ τὴν αὐτὴν ἔχοντος οὐσίαν καὶ παθεῖν οὐδὲν δυναμένου. Λέγεται δὲ μείζων ὡς ἀρχὴ τοῦ συναϊδίου γεννήματος. Εἰς τὸ, «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν.» Ἀντίθεσις ἐκ τῶν Εὐνομίου. Αὐτὸς ὁ Σωτὴρ οὐκ ἐπικεκαλυμμένως, τρανότατα δὲ μείζονα ἑαυτοῦ τὸν Πατέρα φησὶ, διὰ τοῦ λέγειν· «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν.» Εἰ τοίνυν ἀληθεύειν δώσετε τὴν ἀλήθειαν, ἀλήθεια δὲ ὁ Χριστὸς, μείζονα ἔχει τὸν Πατέρα. Καὶ εἰ τοῦτο, πάντως ἔσται καὶ ἀνόμοιος. Ἐπειδὴ δὲ ἀνόμοιος, οὐδὲ ὁμοούσιος.