Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.160
Not analysed yet
κατά τινα τρόπον τὸν ἅγιον Βαπτιστὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ πῶς ἔσται μείζων αὐτοῦ; Κατὰ μὲν οὖν τὸν ἐν ποσότητι τοῦ γεγεννῆσθαι χρόνον, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν ἐννοήσειε. Πῶς γὰρ ἄν τις καὶ φθάσαι τὸ ἀεὶ προβαδίζον αὐτοῦ, καὶ ταῖς τοῦ χρόνου περιόδοις ἀεὶ συντρέχον καὶ συνελκόμενον; Ὅνπερ γὰρ τρόπον τὰ ἐν ταῖς τῶν κύκλων περιστροφαῖς ἀεὶ πρὸς τὸ πρόσω χωρεῖ τὴν τοῦ διώκοντος καὶ κατόπιν κειμένου παρεκνεύοντα θέσιν, οὔτως οἱ τὸ ἐν χρόνῳ τρίβοντες μέτρον, ἀεὶ μεῖζον ἐν αὐτῷ κατὰ τῶν ὕστερον κεκτήμεθα. Οὐκοῦν οὐ κατὰ τοῦτο πλεονεκτήσει Χριστὸς τὸν ἅγιον Βαπτιστὴν, λείπει δὴ λοιπὸν ὡς ἐξ ἀνάγκης εἰπεῖν, ὅτι κατὰ τὸν τῆς ἁγιότητος τρόπον. Πῶς γὰρ ἄν τις ἑτέρως ἐν αὐτοῖς ἐπινοήσειε τὸ μεῖζον; Ἀλλ' εἰ τότε κατὰ τὸν τῆς βασιλείας δηλονότι καιρὸν μείζων ὀφθήσεται, νῦν ἄρα τὸ ἴσον ἢ τὸ ἔλαττον ἔχει. Ἐπειδὴ δὲ, ὡς εἰκὸς, τὸ ἐν ἐλάττοσι τῶν Ἰωάννου κεῖσθαι Χριστὸν λογιοῦνται δυσσεβεῖς, ἀποδώσουσιν ἄρα τὸ ἴσον. Ἀλλ' ὁράτωσαν καὶ τοῦτον αὐτοῖς ἀσθενοῦντα τὸν λογισμόν. Ποία γὰρ ἰσότης αὐτοῖς ἐν ἁγιασμῷ σωθήσεται; Πῶς δὲ οὐ νικήσει Χριστὸς ἀσυγκρίτοις ὑπεροχαῖς, ὅταν ἴδῃς τὸν μακάριον Ἰωάννην λέγοντα πρὸς αὐτόν· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι;» Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἁγιάζεται. ΑΛΛΟ. Προσεφώνει τοῖς Ἰουδαίοις ὁ μακάριος Βαπτιστής· «Ἐγὼ ὑμᾶς ἐβάπτισα ἐν ὕδατι. Ὀπίσω μου ἔρχεται ἀνὴρ, οὗ οὐκ εἰμὶ ἱκανὸς ἴνα κύψας λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Ποῖος οὖν ἄρα πρὸς ταῦτα γενήσεται λόγος τοῖς ἐν ἰσότητι τῶν Ἰωάννου μέτρων τιθεῖσι τὸν Κύριον; Οὔπω γὰρ μείζων, εἴπερ ἔσται ποτὲ, κατὰ τὴν ἐκείνων διάληψιν, ὅτου χάριν ἑαυτὸν μὲν ὕδατι βαπτίζειν, τὸν δὲ τοῦ Πνεύματος ἔσεσθαι χορηγὸν διϊσχυρίζεται; Καὶ αὐτὸς μὲν, ὡς οἰκέτης, οὐδ' ὅσον ἀποθίγειν τοῦ ἱμάντος ἀποτολμᾷ· τὸν δὲ τῆς ἅλω Δεσπότην εἶναί φησι. Τοῦτο γὰρ σημαίνει τὸ, «Διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ.» Καὶ διανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων ὀφθήσεσθαι λέγει· ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν σίτου δίκην ταῖς οὐρανίοις εἰσκομίζειν αὐλαῖς, πυρὸς δὲ ποιεῖσθαι τροφὴν ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ἀλλ' εἴπερ ἦν ἐν ἴσῳ μέτρῳ τῷ μικρὸν ὕστερον ἐσομένῳ μείζονι, τί μὴ καὶ αὐτὸς βαπτίζει μὲν ἐν ἁγίῳ Πνεύματι· διακαθαίρει δὲ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸ Δεσποτικὸν ἀξίωμα περικείμενος κρίνει τὴν οἰκουμένην ἐν δικαιοσύνῃ; Ἐπειδὴ δὲ τούτων οὐδὲν ὁ μακάριος Βαπτιστὴς Ἰωάννης ἐπιτελῶν εὑρίσκεται, πράττει δὲ ὁ Χριστὸς ἐν ἐξουσίᾳ θεοπρεπεῖ, οὐκ ἴσος ἄρα ἐκεῖνος τῷ τοσοῦτον ἐξαλλομένῳ καὶ ἀναβαίνοντι.