Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.161
Not analysed yet
ΑΛΛΟ. Τὴν διὰ πίστεως ἄφεσιν ὑπισχνούμενος ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἐπειδὴ δὲ ᾔδη παρῆν, καὶ διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου, ἐπὶ γῆς τε ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, κατασημαίνει τοῖς ὁρῶσιν αὐτὸν ὁ κήρυξ καὶ πρόδρομος, καὶ δὴ καί φησιν ὁ μακάριος Βαπτιστής· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Εἴπερ οὖν ἔσται, κατά τινας, μείζων Ἰωάννου Χριστὸς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦτο ἐν ἐλπίσιν ἔχει τὸ γέρας, ἦν ἄρα πάντως οὐκ ἐν ἐλαττώσει, ἐν ἰσότητι δὲ, κατὰ τὸ εἰκός. Εἶτα πῶς τὰ ἐν ἴσῳ μέτρῳ τοσοῦτον δι' ἀλλήλων ἀπολιμπάνεται, ὡς τὸν μὲν δύνασθαι τοῦ κόσμου τὴν ἁμαρτίαν ἀφαιρεῖν, καὶ τοῦτο ἐνεργεῖν ἐξουσιαστικῶς· τὸν δὲ τοῦ καθαίροντος καὶ ἁγιάζοντος ἐπιδεᾶ καθεστάναι; «Χρείαν γὰρ ἐγὼ, φησὶν, ἔχω ὑπὸ σοῦ βαπτισθῆναι.» Ἐπειδὴ δὲ οὐκ ἐν τοῖς τινος δεομένοις, ἀλλ' ἐν τοῖς χορηγοῦσι τὸ μεῖζον ὁρᾶται, καὶ ὁ μὲν, ὡς Θεὸς, ἀφίησιν ἁμαρτίας, ὁ δὲ δύναται τοῦτο ποιεῖν οὐδαμῶς, οὐκ ἴσος ἄρα τῷ τοσοῦτον ἐξηλλαγμένῳ. ΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ καὶ ἁπλότητι. Εἰ μείζων ἔσται τοῦ ἁγίου Βαπτιστοῦ, κατά τινας, ὁ Σωτὴρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ ἴσος, ἢ ἐν ἐλαττώσει ἐστὶ κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον. Ἐν μὲν οὖν ἐλαττώσει, οὐδαμῶς. Ἐν ἰσότητι δέ· τοῦτο γάρ πώς ἐστι τὸ πρεπωδέστερον. Ἀλλ' εἴπερ ὄντως ὁ τῆς ἰσότητος ἐπ' ἀμφοῖν σώζεται λόγος, καλείσθω καὶ Ἰωάννης σοφία καὶ δύναμις τοῦ Πατρὸς, χρηματιζέτω δὲ «εἰκὼν καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ. Φερέτω καὶ αὐτὸς τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ·» ἀκουέτω καὶ αὐτὸς παρὰ τοῦ Πατρός· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·» καί· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Εἰσαγέσθω καὶ αὐτὸς ὡς πρωτότοκος εἰς τὴν οἰκουμένην, προσκυνείσθω παρὰ τῶν ἁγίων ἀγγέλων, λεγέτω δὲ ἀνεγκλήτως περὶ ἑαυτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» καί· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Εἰ δὲ ταῦτα μὲν ἔστι πάντα Χριστὸς, οὐκέτι δὲ καὶ ὁ πρὸς ἰσότητα τὴν πρὸς αὐτὸν καλούμενος ἀμαθῶς, πῶς οὐ λίαν ἀπαίδευτον παντί τῳ φανεῖται λοιπὸν, τὸ μείζονά ποτε γενήσεσθαι νομίζειν αὐτοῦ, τὸν ἀεὶ τοῦτο ὑπάρχοντα φυσικῶς, ὡς Θεόν; ΑΛΛΟ. Εἰ ἐν τῷ ποτὲ τὴν Ἰωάννου πλεονεκτήσειν ἀρετὴν ἀξιάγαστος ὀφθήσεται Χριστὸς, οὐδὲν ἐν αὐτῷ τὸ μέγα· ἐπεὶ καὶ ἄγγελοι κρείττους αὐτοῦ κατά γε τὸν λόγον τῆς οἰκείας φύσεως, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὴν ὑπεροχήν. Εἶτα ποῖ ποτε βαδιεῖται Παῦλος