Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.164
Not analysed yet
Ἡμῖν ὁ σοφώτατος τοσοῦτον ἀγγέλων ὑπερτιθεὶς τὸν Χριστὸν, ὅσον ἡ θεία φύσις τὴν γενητὴν ὑπερτρέχει. «Τίνι γὰρ, εἶπε, ποτὲ τῶν ἀγγέλων, φησί· Κάθου ἐκ δεξιῶν μου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα;» Πῶς οὖν ὁ τοσοῦτον τοὺς Ἰωάννου μείζονας ἀγγέλους ἀναβαίνων Υἱὸς, ὡς καὶ τοῖς τοῦ Πατρὸς ἐνιδρύσθαι θώκοις, ὡς μέγα τι καὶ ἀξιόπιστον ἐφ' ἑαυτῷ φησιν, ὡς ἔσται μείζων αὐτοῦ κατὰ τὸν τῆς βασιλείας καιρὸν, καίτοι τὸ μεῖζον ἔχων ἀεί; Πῶς γὰρ οὐχ οὕτως ὁ ἐν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός; ΑΛΛΟ. Εἰ λύχνος ἦν ὁ μακάριος Βαπτιστὴς, φῶς δὲ ὁ Χριστὸς, πῶς ἐν ἰσότητι κείσεται τῇ λύχνῳ τὸ φῶς, καὶ τὸ φωτίζειν πεφυκὸς τῷ φωτὸς δεομένῳ; Τὸ δὲ τοσοῦτον ἀεὶ πλεονεκτοῦν, πῶς ἐν ἐλαττώσει ὃν, ἐπὶ τὸ μεῖζον ἀναβήσεται; ΑΛΛΟ. Εἰ ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστὶ, τουτέστιν ὁ Χριστὸς, ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, τουτέστιν ὁ μακάριος Βαπτιστὴς, ἕτερος ἄρα παρ' αὐτόν ἐστιν οὐ μόνον δηλονότι διαστελλόμενος ἀριθμῷ, ἀλλὰ τὸ ἴσον οὐκ ἔχων ἐν ἀξιώματι καὶ τιμῇ. Εἴπερ ὁ μέν ἐστι πανηγυράρχης ἀληθῶς, ὁ δὲ τῆς ἑτέρου πανηγύρεως μέτοχος, καὶ διὰ τοῦτο λαμπρότερος. ΑΛΛΟ. Αὐτός πού φησιν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» Εἶτα τὸ οἰκεῖον ἐκκαλύπτων μέτρον· «Ὁ ὢν ἐκ τῆς γῆς, φησὶν, τὰ τῆς γῆς λαλεῖ.» Εἴπερ οὖν ἐν ἰσότητι κείσεται τῇ πρὸς αὐτὸν ὁ Σωτὴρ, ὡς οὔπω τὸ μεῖζον ἀπολαβὼν, οὐδὲν, ὡς εἰκὸς, διακωλύσει καὶ τὸ ἑκατέρῳ κυρίως προσὸν μεταβαίνειν ἐπὶ τὸν ἕτερον· ὡς νοεῖσθαι μὲν, ἄνωθέν τε καὶ ἐπάνω πάντων τὸν ἄγιον Βαπτιστὴν, ἀπὸ δὲ τῆς γῆς τὸν Κύριον. Ἀλλὰ τοῦτο ἄτοπον. Ὁ μὲν γὰρ, ὡς κατὰ φύσιν ὑπάρχων Θεὸς, ἐπάνω πάντων ἐστίν· ὁ δὲ τῆς κάτω καὶ ὑποκειμένης τῷ Θεῷ κτίσεως ἐκπεφυκὼς ἐκ τῆς γῆς ἐστιν. Οὐκ ἴσος ἄρα, μᾶλλον δὲ ἀσυγκρίτοις ὑπεροχαῖς παραχωρήσει τὸ νικᾷν τῷ Χριστῷ. Πῶς οὖν ἔσεσθαί ποτε προσδοκηθήσεται μείζων ὁ ἀεὶ τοσοῦτον ὑπερκείμενος; ΑΛΛΟ. Μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἀνακαινίζων ἐν ἡμῖν ὁ Σωτὴρ τὴν ἀρχαιοτάτην τοῦ Πνεύματος χάριν, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Καὶ πάλιν αὐτός πού φησι περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ τὸ ἅγιον Πνεῦμα καλεῖται παρὰ ταῖς θείαις Γραφαῖς, κατὰ τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων κείμενον· «Διελθόντες δὲ Ἀσίαν καὶ τὴν Γαλατικὴν χώραν, ἐπείραζον εἰς τὴν Βιθυνίαν ἀπελ-