Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.165
Not analysed yet
θεῖν, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Εἴπερ οὖν ὡς ἐσόμενός ποτε μείζων Ἰωάννου Χριστὸς, ἐν ἰσότητι τέως τῇ πρὸς αὐτὸν εὑρεθήσεται, ἀνανεούτω κἀκεῖνος ἐν ἡμῖν τὴν τοῦ Πνεύματος χάριν, καὶ χορηγείτω καὶ αὐτὸς, ὥσπερ οὖν ἐποίει Χριστὸς, λεγέσθω δὲ καὶ αὐτοῦ Πνεῦμα τὸ ἐν Θεῷ καὶ Πατρὶ, βοάτω καὶ αὐτὸς περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ἀλλὰ τοῦτο καὶ μόνον ἐννοεῖν, ἀσεβές. Οὐκ ἄρα ἴσος ἐστὶ τῷ Χριστῷ, οὐδὲ ὀψὲ παραχωρήσει τὸ μεῖζον, ἀεὶ τὸ ἔλαττον ἔχων, καὶ τοσοῦτον ἡττώμενος, ὅσον ἄνθρωπος Θεοῦ. ΑΛΛΟ. Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων ἑαυτὸν ὁ Υἱὸς, ἀντιδιαστέλλει τῇ κτίσει, καί φησιν· «Ἐγὼ ἐκ τῶν ἄνω εἰμὶ, ὑμεῖς ἐκ τῶν κάτω ἐστέ.» Οὐκοῦν λεγέτω τοῦτο καὶ ὁ μακάριος Βαπτιστὴς, ὡς οὔπω τὸ ἐν μείζοσιν εἶναι παραχωρῶν τῷ Χριστῷ, εἴπερ ἔσται τοῦτό ποτε, κατὰ τήν τινων ὑπόνοιαν. Ἀλλὰ μὴν ἐκ τῆς γῆς εἶναί φησιν ἐαυτὸν, καὶ τὸ οἰκεῖον οὐκ ἠγνόησε μέτρον. Μείζων ἄρα Χριστὸς, οὐκ ἐσόμενος τοῦτο ποτὲ, ἀλλ' ἔχων ἀεὶ τὸ πλέον ὡς Θεὸς ἐκ Θεοῦ· τοῦτο γὰρ σημαίνει τὸ, «Ἐκ τῶν ἄνω εἰμί.» ΑΛΛΟ. Ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης τὸ φύσει προσὸν ἀξίωμα τῷ Υἱῷ διερμηνεύων ἀκριβῶς, καὶ τὸ Ἰωάννου μέτρον ὡς οἰκέτου γνησίου παρατιθεὶς, οὕτω φησίν· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Ποῖ ποτε οὖν ἄρα προκόψει Χριστὸς τοῖς Ἰωάννου συγκρινόμενος μέτροις; Ἢ πῶς οὐ μεῖζον ἀεὶ τὸ φωτίζειν εἰδὸς καὶ δυνάμενον, τοῦ δεομένου φωτίζεσθαι, καὶ τῆς ἀπὸ τοῦ λαμπρύνοντος χρῄζοντος χορηγίας; Πῶς δὲ οὐχὶ πάντως ὁ πρὸς μόνην μαρτυρίαν παραληφθεὶς καὶ τοῦτο ἔχων ἀξίωμα, παραχωρήσει τὸ μεῖζον ἀεὶ τῷ δι' ὅν ἐστιν ἐξαίρετος; ΑΛΛΟ. Ἀναλεγόμενός ποτε τοῖς Ἰουδαίοις ἔφησεν ὁ Χριστός· «Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω.» Ἀλλ' εἴπερ ἐστὶ καὶ τῆς Ἰωάννου μαρτυρίας κρείττων ὁ Σωτὴρ, οὐκ ἄρα ἴσος, ἀλλὰ μείζων ἀεὶ καὶ ἀξιολογώτερος. Ὁ δὲ οὕτως ἔχων ποῖ ποτε ἄρα προβήσεται, ἢ πρὸς ποῖον ἔτι μεῖζον ἀναβήσεται; ΑΛΛΟ. Ὁ μακάριος Ζαχαρίας ὁ τοῦ ἁγίου Βαπτιστοῦ, κατὰ σάρκα πατὴρ, ὅτε τὴν ὑπὲρ αὐτοῦ προσῆγεν εὐχαριστίαν ταῖς ἐκ προφητείας ἀναμεμιγμένην φωναῖς, ἀπεφθέγγετο· «Καὶ σὺ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι αὐτῷ λαὸν κατεσκευασμένον.»